호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ πονηρὰ καρδία, ἐπιχαιρέκακον ὡς εἶ μόνον τοῦ σώματος:? ὀρχῇ γὰρ εὐθὺς ἂν μ ἴδῃς δεδοικότα. ">περιθεῖναι πρῶτον μὲν μαλακὴν καὶ ἄναιμον, εἶτα σήραγγας ἔχουσαν οἱο῀ν σπόγγου κατατετρημένας, ἵν ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ πολλάκις ἁλλομένη τὸν παλμὸν εἰς ὑπεῖκον καὶ μαλακὸν ποιῆται. "ἀλλὰ μὴν καὶ τοὺς στεφάνους τοὺς περικειμένους τῷ στήθει ὑποθυμίδας οἱ ποιηταὶ κεκλήκασιν ἀπὸ τῆς τῶν ἀνθῶν ἀναθυμιάσεως, οὐκ ἀπὸ τοῦ τὴν ψυχὴν θυμὸν καλεῖσθαι, ὥς τινες ἀξιοῦσιν. "τῷ δὲ τοῦ μύρου ὀνόματι πρῶτος Ἀρχίλοχος κέχρηται λέγων οὐκ ἂν μύροισι γραῦς ἐοῦσ1 ἠλείφετο. "καὶ ἀλλαχοῦ δ ἔφη: "ἐσμυρισμένας κόμας καὶ στῆθος, ὡς ἂν καὶ γέρων ἠράσσατο. "μύρρα γὰρ ἡ σμύρνα παρ Αἰολεῦσιν, ἐπειδὴ τὰ πολλὰ τῶν μύρων διὰ σμύρνης ἐσκευάζετο καὶ ἥ γε στακτὴ καλουμένη διὰ μόνης ταύτης: "ὁ δὲ Ὅμηρος τὴν μὲν χρῆσιν οἶδε τῶν μύρων, ἔλαια δ αὐτὰ καλεῖ μετ ἐπιθέτου: "ῥοδόεντι δ ἔχριεν ἐλαίῳ. καὶ ἀλλαχοῦ δὲ λέγει τι τεθυωμένον. "καὶ ἡ Ἀφροδίτη δὲ παρ αὐτῷ τὸν Ἕκτορος νεκρὸν ῥοδόεντι ἔχριεν ἐλαίῳ ἀμβροσίῳ. καὶ τοῦτο μὲν ξ ἀνθέων. "περὶ δὲ τοῦ ἐκ τῶν ἀρωμάτων σκευαζομένου, ἃ δὴ θυώματα ἐκάλουν, ἐπὶ τῆς Ἥρας λέγει: "ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ χρόα λευκὸν ἀμβροσίῃ ἑδανῷ τό,6 τό ῥά οἱ τεθυωμένον ἠε῀ν τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ ἐ`μπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ ἀυτμή. γίνεται δὲ μύρα κάλλιστα κατὰ τόπους, ὡς Ἀπολλώνιός φησιν ὁ Ἡροφίλειος ἐν τῷ περὶ Μύρων γράφων οὕτως: "ἶρις μὲν ἐν Ἤλιδι χρηστοτάτη καὶ ἐν Κυζίκῳ: "ῥόδινον δὲ κράτιστον Φασήλιδι, καὶ τὸ ἐκ Νέας δὲ πόλεως καὶ Καπύης: "κρόκινον δ ἐν Σόλοις τοῖς Κιλικίοις καὶ ἐν Ῥόδῳ: "νάρδινον δὲ τὸ ἐν Τάρσῳ: "οἰνάνθη δὲ ἡ ἀρίστη Κυπρία καὶ Ἀδραμυττηνή : "ἀμαράκινον δὲ Κῷον καὶ μήλινον. "κύπρινον δὲ προκέκριται τὸ ἐν Αἰγύπτῳ, δευτερεῦον δ ἐστὶ τὸ Κυπριακὸν καὶ τὸ ἐν Φοινίκῃ καὶ ταύτης τὸ ἀπὸ Σιδῶνος. "τὸ δὲ παναθηναικὸν λεγόμενον ἐν Ἀθήναις: ": "τὸ δὲ μετώπιον καὶ Μενδήσιον κάλλιστα ἐν Αἰγύπτῳ σκευάζεται: "σκευάζεται δὲ τὸ μετώπιον ἐξ ἐλαίου τοῦ ἀπὸ τῶν πικρῶν καρύων. "οἱ δὲ χορηγοῦντες, φησί,3 καὶ ἡ ὕλη καὶ οἱ τεχνῖται τὸ χρηστότατον ποιοῦσι μύρον, ἀλλ οὐχ οἱ τόποι. "Ἔφεσός γέ τοι πρότερον, φησί,4 τοῖς μύροις διέφερεν καὶ μάλιστα ἐν τῷ μεγαλλείῳ,6 νῦν δὲ οὔ. ἤκμαζε δὲ καὶ τὰ ἐν Ἀλεξανδρείᾳ διὰ πλοῦτον καὶ διὰ τὴν Ἀρσινόης καὶ Βερενίκης σπουδήν. ἐγίνετο δὲ καὶ ἐν Κυρήνῃ ῥόδινον χρηστότατον καθ ὃν χρόνον ἔζη Βερενίκη ἡ μεγάλη : "οἰνάνθινον δὲ ἐν Ἀδραμυττίῳ πάλαι μὲν μέτριον, ὕστερον δὲ πρῶτον διὰ Στρατονίκην τὴν Εὐμένους. "ἡ δὲ Συρία τὸ παλαιὸν χρηστὰ πάντα παρείχετο, μάλιστα δὲ τὸ τήλινον, νῦν δὲ οὔ. ἐν δὲ Περγάμῳ πρότερον μὲν ἐξόχως,11 νῦν δὲ οὔ, μυρεψοῦ τινος ἐκπονήσαντος, ἐσκευάσθη τὸ παρ οὐδενί πω γεγονὸς λιβανώτινον μύρον. "μύρον δὲ χρηστὸν μύρῳ εὐτελεῖ ἐπιχεόμενον ἐπιπολῆς μένει: "μέλι δὲ χρηστὸν χείρονι ἐπιχεόμενον εἰς τὸ κάτω βιάζεται: "λαμβάνει γὰρ αὑτοῦ καθύπερθεν τὸ ἧττον. "τοῦ δὲ Αἰγυπτίου μύρου μνημονεύων Ἀχαιὸς ἐν Ἄθλοις φησιν ἰσάργυρόν τ εἰς χεῖρα Κυπρίου λίθου δώσουσι κόσμον χριμάτων τ Αἰγυπτίων. "μήποτε, φησὶν ὁ Δίδυμος, τὴν καλουμένην στακτὴν λέγει, διὰ τὴν σμύρναν ἣν εἰς Αἴγυπτον καταγομένην κομίζεσθαι πρὸς τοὺς Ἕλληνας. "Ἱκέσιος δ ἐν β περὶ Ὕλης τῶν μύρων, φησίν, ἃ μέν ἐστιν χρίματα,4 ἃ δ ἀλείμματα, καὶ ῥόδινον μὲν πρὸς πότον ἐπιτήδειον, ἔτι δὲ μύρσινον, μήλινον τοῦτο δ ἐστὶν καὶ εὐστόμαχον καὶ ληθαργικοῖς χρήσιμον. "τὸ δ οἰνάνθινον εὐστόμαχον ὀ`ν καὶ τὴν διάνοιαν ἀπαραπόδιστον φυλάσσει, καὶ τὸ σαμψούχινον δὲ καὶ ἑρπύλλινον ἐπιτήδεια πρὸς πότον καὶ κρόκινον τὸ χωρὶς σμύρνης πολλῆς, καὶ ἡ στακτὴ δὲ ἐπιτήδειος πρὸς πότον, ἔτι δὲ νάρδος. "τὸ δὲ τήλινον καὶ γλυκύ ἐστι καὶ ἁπαλόν. τὸ δὲ λευκόινον καὶ εὐῶδες καὶ σφόδρα πεπτικόν. Θεόφραστος δὲ ἐν τῷ περὶ Ὀδμῶν συντίθεσθαί φησι μύρα ἀπ ἀνθέων μὲν ῥόδινον καὶ λευκόινον καὶ σούσινον καὶ γὰρ τοῦτο ἐκ τῶν κρίνων, ἔτι δὲ τὸ σισύμβρινον καὶ ἑρπύλλινον, ἔτι δὲ κύπρινον καὶ κρόκινον βέλτιστον δ ἐν Αἰγίνῃ καὶ Κιλικίᾳ. ἀπὸ δὲ φύλλων τὸ μύρρινον καὶ τὸ οἰνάνθινον: "αὕτη δ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πολύοσμος, ἀπὸ δὲ τῆς ἐν τῇ Ἑλλάδι οὐ γίνεται διὰ τὸ ἀόσμον. "ἀπὸ δὲ ῥιζῶν τὸ τ ἴρινον, καὶ τὸ νάρδινον, καὶ τὸ ἀμαράκινον ἐκ τοῦ κόστου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기