- 텍스트

Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 36 1:

(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 36 1:)

τούτοις ἀπαντήσας ὁ Μασσούριος ἔφη:? "ὦ δαιμόνιε ἀνδρῶν, οὐκ οἶδας ὅτι αἱ ἐν τῷ ἐγκεφάλῳ ἡμῶν αἰσθήσεις ὀδμαῖς ἡδείαις παρηγοροῦνται προσέτι τε θεραπεύονται, καθὰ καὶ Ἄλεξίς φησιν ἐν Πονήρᾳ οὕτως: "ὑγιείας μέρος μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν. καὶ ὁ ἀνδρειότατος δέ, προσέτι δὲ καὶ πολεμικὸς ποιητὴς Ἀλκαῖος ἔφη: "κὰδ δὲ χευάτω μύρον ἁδὺ καττῶ στήθεος ἄμμι. "καὶ ὁ σοφὸς δὲ Ἀνακρέων λέγει που: "τί μὴν πέτεαι συρίγγων κοιλώτερα στήθεα χρισάμενος μύρῳ· "τὰ στήθη παρακελευόμενος μυροῦν, ἐν οἷς ἐστιν ἡ καρδία, ὡς καὶ ταύτης δηλονότι παρηγορουμένης τοῖς εὐώδεσι. "τοῦτο δ ἔπρασσον οὐ μόνον τῆς εὐωδίας ἀπὸ τοῦ στήθους κατὰ φύσιν ἀναφερομένης ἐπὶ τὴν ὄσφρησιν, ἀλλὰ καὶ διὰ τὸ νομίζειν ἐν τῇ καρδίᾳ τὴν ψυχὴν καθιδρῦσθαι, ὡς Πραξαγόρας καὶ Φυλότιμος οἱ ἰατροὶ παραδεδώκασιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION