호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ τούτων τῶν ἐπῶν δῆλον γίνεται ὅτι ἕτερόν ἐστιν τὸ χελιδόνιον τῆς ἀνεμώνης:? τινὲς γὰρ ταὐτὸ εἶναί φασι. Θεόφραστος δέ φησι: "τὰς δ ἀνθήσεις λαμβάνειν δεῖ συνακολουθοῦντα τοῖς ἄστροις τὸ ἡλιοτρόπιον καλούμενον καὶ τὸ χελιδόνιον καὶ γὰρ τοῦτο ἅμα τῇ χελιδόνι ἀνθεῖ. καὶ ἀμβροσίαν δὲ ἄνθος τι ἀναγράφει ὁ Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασι λέγων οὕτως: : "Νίκανδρός φησιν ἐξ ἀνδριάντος τῆς κεφαλῆς Ἀλεξάνδρου τὴν καλουμένην ἀμβροσίαν φύεσθαι ἐν Κῷ. προείρηται δ ἄνω περὶ αὐτῆς ὅτι τὸ κρίνον οὕτω λέγουσι. Τιμαχίδας δ ἐν τετάρτῳ Δείπνου καὶ θήσειόν τι ἀναγράφει καλούμενον ἄνθος :
θήσειὸν θ ἁπαλὸν μήλῳ ἐναλίγκιον ἄνθος, Λευκερέης ἱερὸν περικαλλέος, ὃ ῥα μάλιστα φίλατο. ἀπὸ τούτου δέ φησι τοῦ ἄνθους καὶ τὸν τῆς Ἀριάδνης καλούμενον στέφανον πεπλέχθαι. καὶ ὁ Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τὸ δρᾶμα τοὺς Πέρσας μνημονεύων καὶ αὐτὸς ἀνθῶν τινων στεφανωτικῶν φησιν ὦ μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δ ὑάκινθον, καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς: ὦ φιλῶν μὲν ἀμάρακον, προσκινῶν δὲ σέλινα, γελῶν δ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων, ἔγχει κἀπιβόα τρίτον παιῶν,3 ὡς νόμος ἐστίν.
ὁ δὲ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Μεταλλεῖς φησιν ὑπ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες ἐν λειμῶνι λωτοφόρῳ κύπειρόν τε δροσώδη κἀνθρύσκου μαλακῶν τ ἰών λείμακα καὶ τριφύλλου. ἐν τούτοις ζητῶ τί τὸ τρίφυλλον.
καὶ γὰρ εἰς Δημαρέτην ἀναφέρεταί τι ποιημάτιον ὃ ἐπιγράφεται Τρίφυλλον κἀν τοῖς ἐπιγραφομένοις δὲ Ἀγαθοῖς ὁ Φερεκράτης ἢ Στράττις φησίν λουσάμενοι δὲ πρὸ λαμπρᾶς ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἱ δ ἐν τῷ μύρῳ λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε. καὶ Κρατῖνος ἐν Μαλθακοῖς: παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι, λειρίοις ῥόδοις κρίνεσιν κοσμοσανδάλοις ἰοίς καὶ σισυμβρίοις ἀνεμωνῶν κάλυξὶ τ ἠριναῖς ἑρπύλλῳ κρόκοις ὑακίνθοις ἑλειχρύσου κλάδοις οἰνάνθῃσιν ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ, ἀνθρύσκου ναρκίσσου φόβῃ τῷ τ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι: καὶ κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기