호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κισσοῦ δ ἄλλοτε κλῶν εὐρυρρίζου καπέτοισιν, πολλάκι δὲ στέφος αὐτὸ κορυμβηλοῖο φυτεύσαις Θρασκίω ἢ ἀργωπὸν ἠὲ κλαδέεσσι πλανήτην βλαστοδρεπῆ δὲ χυτοῖο καεὶς μίαν ὄρσεο κόρσην, σπεῖραν ὑπὸ σπυρίδεσσι νεοπλέκτοιοι καθάπτων, ὄφρα δύο κροκόωντες ἐπιζυγέοντε κορύμβοι μέσφα συνωρίζωσιν ὑπερφιάλοιο μετώπου, χλωροῖς ἀμφοτέρωθεν ἐπηρεφέες πετάλοισιν.? σπέρματι μὴν κάλυκες κεφαλήγονοι ἀντελέουσιν, ἀργήεις πετάλοισι, κρόκῳ μέσα χροιισθεῖσαι: ἃ κρίνα, λείρια δ ἄλλοι ἐπιφθέγγονται ἀοιδῶν, οἱ δὲ καὶ ἀμβροσίην, πολέες δέ τε χάρμ Ἀφροδίτης: ἤρισε γὰρ χροιῇ. τὸ δέ που ἐπὶ μέσσον ὄνειδος ὅπλον βρωμήταο διεκτέλλον πεφάτισται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기