호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Νίκανδρος δ ἐν δευτέρῳ Γεωργικῶν καταλέγων καὶ αὐτὸς στεφανωτικὰ ἄνθη καὶ περὶ Ιὠνιάδων Νυμφῶν καὶ περὶ ῥόδων τάδε λέγει:? ἀλλὰ τὰ μὲν σπείροις τε καὶ ὅσσ1 ὡραῖα φυτεύοις, ἄνθε Ιαὀνίηθε: γένη γε μὲν ἰάσι δισσά, ὠχρόν τε χρυσῷ τε φυὴν εἰς ὦπα προσειδές,11 ἅσσα τ Ιὠνιάδες Νύμφαι στέφος ἁγνὸν Ιὤνι Πισαίοις ποθέσασαι ἐνὶ κλήροισιν ὄρεξαν. ἤνυσε γὰρ χλούνηνδε μετεσσύμενος σκυλάκεσσιν, Ἀλφειῷ καὶ λύθρον ἑῶν ἐπλύνατο γυίων ἑσπέριος Νύμφαισιν Ιαὀνίδεσσι νυχεύσων. αὐτὰρ ἀκανθοβόλοιο ῥόδου κατατέμνεο βλάστας τάφροις τ ἐμπήξειας, ὅσον διπάλαιστα τελέσκων, πρῶτα μὲν Ὠδονίηθε Μίδης ἅπερ Ἀσίδος ἀρχὴν λείπων ἐν κλήροισιν ἀνέτρεφεν Ἠμαθίοισιν,4 αἰὲν ἐς ἑξήκοντα πέριξ κομόωντα πετήλοις: δεύτερα Νισαίης Μεγαρηίδος, οὐδὲ Φάσηλις οὐδὲ αὐτὴ Λεύκοφρυν ἀγασσαμένη ἐπιμεμφής, Ληθαίου Μάγνητος ἐφ ὕδασιν εὐθαλέουσα. κισσοῦ δ ἄλλοτε κλῶν εὐρυρρίζου καπέτοισιν, πολλάκι δὲ στέφος αὐτὸ κορυμβηλοῖο φυτεύσαις Θρασκίω ἢ ἀργωπὸν ἠὲ κλαδέεσσι πλανήτην βλαστοδρεπῆ δὲ χυτοῖο καεὶς μίαν ὄρσεο κόρσην, σπεῖραν ὑπὸ σπυρίδεσσι νεοπλέκτοιοι καθάπτων, ὄφρα δύο κροκόωντες ἐπιζυγέοντε κορύμβοι μέσφα συνωρίζωσιν ὑπερφιάλοιο μετώπου, χλωροῖς ἀμφοτέρωθεν ἐπηρεφέες πετάλοισιν.
σπέρματι μὴν κάλυκες κεφαλήγονοι ἀντελέουσιν, ἀργήεις πετάλοισι, κρόκῳ μέσα χροιισθεῖσαι: ἃ κρίνα, λείρια δ ἄλλοι ἐπιφθέγγονται ἀοιδῶν, οἱ δὲ καὶ ἀμβροσίην, πολέες δέ τε χάρμ Ἀφροδίτης: ἤρισε γὰρ χροιῇ. τὸ δέ που ἐπὶ μέσσον ὄνειδος ὅπλον βρωμήταο διεκτέλλον πεφάτισται. ἶρις δ ἐν ῥίζῃσιν ἀγαλλίας ἥ θ ὑακίνθῳ αἰαστῇ προσέοικε, χελιδονίοισι δὲ τέλλει ἄνθεσιν, ἰσοδρομεῦσα χελιδόσιν, αἵ τ ἀνὰ κόλπῳ φυλλάδα νηλείην ἐκχεύετον,9 ἀρτίγονοι δὲ εἴδοντ ἠμύουσαι ἀεὶ κάλυκες στομίοισιν.
σὺν καὶ ἅπερ τ ὀξεῖα χροιῇ λυχνὶς οὐδὲ θρυαλλίς, οὐδὲ μὲν ἀνθεμίδων κενεὴ γηρύσεται ἀκμή, οὐδὲ βοάνθεμα κεῖνα τὰ τ αἰπύτατον κάρη ὑψοῖ,14 φλόξ τε θεοῦ αὐγῇσιν ἀνερχομένῃς γανάουσα. ἑρ´πυλλον δ ἐφύδροισιν ἐπ ἀμβώνεσσι φυτεύσεις, ὄφρα κλάδοις μακροῖσιν ἐφερπύζων διάηται ἠὲ κατακρεμάησιν ἐφιμείρων ποτὰ Νυμφέων.
καὶ δ αὐτῆς μήκωνος ἄπο πλαταγώνια βάλλοις, ἄβρωτον κώδειαν ὄφρα κνώπεσσι φυλάξῃ: φυλλάσιν ἦ γὰρ πάντα διοιγομέναισιν ἐφίζει ἑρπετά, τὴν δὲ δρόσοισιν ἐισκομένην βοτέονται κώδειαν, καρποῖο μελιχροτέρου πλήθουσαν. θρίων δ οἰχομένων ῥέα μὲν φλόγες, ἄλλοτε ῥιπαὶ πῆξαν σάρκα τυπῇσι, τὰ δ οὐ βάσιν ἐστήριξαν, θρῖα δ οὐ λέγει τὰ τῆς συκῆς, ἀλλὰ τὰ τῆς μήκωνος οὔτε τί παι βρώμην ποτιδέγμενα:
: πολλάκι δ ἴχνη στιφροῖς ὠλίσθηναν ἐνιχρίμψαντε καρείοις,12 ἁδρύνει δὲ βλάστα βαθεῖ ἐν τεύχεϊ κόπρος σαμψύχου λιβάνου τε νέας κλάδασἠδ ὅσα κῆποι ἀνδράσιν ἐργοπόνοις στεφάνους ἔπι πορσαίνουσιν. ἦ γὰρ καὶ λεπταὶ πτερίδες καὶ παιδὸς ἔρωτες λεύκῃ ἰσαιόμενοι, ἐν καὶ κρόκος εἰάρι μύων,16 κύπρος τ ὀσμηρὸν τε σισύμβριον ὅσσα τε κοίλοις ἄσπορα ναιομένοισι τόποις ἀνεθρέψατο λειμὼν κάλλεα, βουφθαλμόν τε καὶ εὐῶδες Διὸς ἄνθος, χάλκας, σὺν δ ὑάκινθον ἰωνιάδας τε χαμηλὰς ὀρφνοτέρας, ἃς στύξε μετ ἄνθεσι Φερσεφόνεια.
σὺν δὲ καὶ ὑψῆέν τε πανόσμεον ὅσσα τε τύμβοι φάσγανα παρθενικαῖς νεοδουπέσιν ἀμφιχέονται, αὐταί τ ἠιθέας ἀνεμωνίδες ἀστράπτουσαι τηλόθεν ὀξυτέρῃσιν ἐφελκόμεναι χροιῇσιν.
"ἐφελκόμεναι φιλοχροιαῖς. ᾿ πᾶς δέ τις ἢ ἑλένειον ἢ ἀστέρα φωτίζοντα δρέψας εἰνοδίοισι θεῶν παρακάββαλε σηκοῖς ἢ αὐτοῖς βρετάεσσιν, ὅτε πρώτιστον ἴδωνται: πολλάκι θέρμια καλά, τοτὲ χρυσανθὲς ἀμέργων λείριά τε στήλαισιν ἐπιφθίνοντα καμόντων καὶ γεραὸν πώγωνα καὶ ἐντραπέας κυκλαμίνους σαύρην θ, ἣ χθονίου πέφαται στέφος Ἡγεσιλάου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기