호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀνθῶν δὲ στεφανωτικῶν μέμνηται ὁ μὲν τὰ Κύπρια Ἔπη πεποιηκὼς Ἡγησίας ἢ Στασῖνος:? Δημοδάμας γὰρ ὁ Ἁλικαρνασσεὺς ἢ Μιλήσιος ἐν τῷ περὶ Ἁλικαρνασσοῦ Κυπρία Ἁλικαρνασσέως αὐτὰ εἶναί φησι ποιήματα, λέγει δ οὖν ὅστις ἐστὶν ὁ ποιήσας αὐτὰ ἐν τῷ α οὑτωσί εἵματα μὲν χροὶ ἕστο τά οἱ Χάριτές τε καὶ Ὧραι ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν, οἱᾶ φοροῦσ1Σ321 ὡρ῀αι, ἔν τε κρόκῳ ἔν θ ὑακίνθῳ ἔν τε ἰῴ θαλέθοντι ῥόδου τ ἐνὶ ἄνθει καλῷ, ἡδέι νεκταρέῳ, ἐ`ν τ ἀμβροσίαις καλύκεσσιν ναρκίσσου καὶ λειρίου δἶ Ἀφροδίτη ὡρ´αις παντοίαις τεθυωμένα εἵματα ἕστο. οὗτος ὁ ποιητὴς καὶ τὴν τῶν στεφάνων χρῆσιν εἰδὼς φαίνεται δι ὧν λέγει:
ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομμειδὴς Ἀφροδίτη . . , πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι, νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη, καλὸν ἀείδουσαι κατ ὄρος πολυπιδάκου Ἴδης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기