호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
στεφανωματικὰ δὲ ἄνθη καταλέγει Θεόφραστος τάδε:? "ἰόν,1 Διὸς ἄνθος, ἴφυον, φλόγα, ἡμεροκαλλές. πρῶτόν τε τῶν ἀνθέων ἐκφαίνεσθαί φησιν τὸ λευκόιον, ἅμα δὲ αὐτῷ καὶ τὸ φλόγινον καλούμενον τὸ ἄγριον, ἔπειτα νάρκισσον καὶ λείριον καὶ τῶν ἀγρίων ἀνεμώνης: "γένος τὸ καλούμενον ὄρειον καὶ τὸ τοῦ βολβοῦ κώδυον. "συμπλέκουσι γὰρ καὶ τοῦτ ἔνιοι εἰς τοὺς στεφάνους, ἐπὶ τούτοις ἥ τε οἰνάνθη καὶ τὸ μέλαν ἰόν καὶ τῶν ἀγρίων ὅ τε ἑλίχρυσος καὶ τῆς ἀνεμώνης ἡ λειμωνία καλουμένη καὶ ξίφιον καὶ ὑάκινθος. "τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ τελευταῖον μὲν φαίνεται, πρῶτον δὲ παύεται, τὸ δὲ θερινὰ μᾶλλον, ἥ τε λυχνὶς καὶ τὸ Διὸς ἄνθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος, ἔτι δὲ ὁ πόθος καλούμενος. "ἐάν τις τοῦ ἑλιχρύσου τῷ ἄνθει στεφανῶται,10 εὔκλειαν ἴσχει μύρῳ ῥαίνων. μνημονεύει αὐτοῦ Ἀλκμὰν ἐν τούτοις: καὶ τὶν εὔχομαι φέροισα τόνδ ἑλιχρύσω πυλεῶνα κἠράτω κυπαίρω.
καὶ Ἴβυκος: μύρτα τε καὶ ἰά καὶ ἑλίχρυσος, μᾶλά τε καὶ ῥόδα καί τέρεινα δάφνα. Κρατῖνος δὲ ἐν Μαλθακοῖς φησιν ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλιχρύσου κλάδοις. . ἐστὶ δὲ τὸ ἄνθος ὅμοιον λωτῷ. Θεμισταγόρας δ ὁ Ἐφέσιος ἐν τῇ ἐπιγραφομένῃ Χρυσέῃ Βύβλῳ ἀπὸ τῆς πρώτης δρεψαμένης νύμφης Ἑλιχρύσης ὄνομα τὸ ἄνθος ὀνομασθῆναι. τὰ δὲ κρίνα φησὶν ὁ Θεόφραστος εἶναι καὶ πορφυρανθῆ.
Φιλῖνος δὲ τὸ κρίνον ὑφ ὧν μὲν λείριον, ὑφ ὧν δὲ ἰόν καλεῖσθαι. Κορίνθιοι δ αὐτὸ ἀμβροσίαν καλοῦσιν, ὥς φησι Νίκανδρος ἐν Γλώσσαις. Διοκλῆς δ ἐν τῷ περὶ Θανασίμων Φαρμάκων ἀμάρακον, φησίν, ὃν σάμψουχόν τινες καλοῦσιν.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기