호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τὶν εὔχομαι φέροισα τόνδ ἑλιχρύσω πυλεῶνα κἠράτω κυπαίρω.? καὶ Ἴβυκος: μύρτα τε καὶ ἰά καὶ ἑλίχρυσος, μᾶλά τε καὶ ῥόδα καί τέρεινα δάφνα. Κρατῖνος δὲ ἐν Μαλθακοῖς φησιν ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλιχρύσου κλάδοις. . ἐστὶ δὲ τὸ ἄνθος ὅμοιον λωτῷ. Θεμισταγόρας δ ὁ Ἐφέσιος ἐν τῇ ἐπιγραφομένῃ Χρυσέῃ Βύβλῳ ἀπὸ τῆς πρώτης δρεψαμένης νύμφης Ἑλιχρύσης ὄνομα τὸ ἄνθος ὀνομασθῆναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기