호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
στεφανωματικὰ δὲ ἄνθη καταλέγει Θεόφραστος τάδε:? "ἰόν,1 Διὸς ἄνθος, ἴφυον, φλόγα, ἡμεροκαλλές. πρῶτόν τε τῶν ἀνθέων ἐκφαίνεσθαί φησιν τὸ λευκόιον, ἅμα δὲ αὐτῷ καὶ τὸ φλόγινον καλούμενον τὸ ἄγριον, ἔπειτα νάρκισσον καὶ λείριον καὶ τῶν ἀγρίων ἀνεμώνης: "γένος τὸ καλούμενον ὄρειον καὶ τὸ τοῦ βολβοῦ κώδυον. "συμπλέκουσι γὰρ καὶ τοῦτ ἔνιοι εἰς τοὺς στεφάνους, ἐπὶ τούτοις ἥ τε οἰνάνθη καὶ τὸ μέλαν ἰόν καὶ τῶν ἀγρίων ὅ τε ἑλίχρυσος καὶ τῆς ἀνεμώνης ἡ λειμωνία καλουμένη καὶ ξίφιον καὶ ὑάκινθος. "τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ τελευταῖον μὲν φαίνεται, πρῶτον δὲ παύεται, τὸ δὲ θερινὰ μᾶλλον, ἥ τε λυχνὶς καὶ τὸ Διὸς ἄνθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος, ἔτι δὲ ὁ πόθος καλούμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기