- 텍스트

Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 26

(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 26)

συνθηματιαῖοι στέφανοι, ἠργολαβημένοι καὶ ἐκδόσιμοι.? Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις: πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν. χορωνόν. Ἀπίων ἐν τῷ περὶ τῆς Ῥωμαικῆς Διαλέκτου φησὶν τὸν στέφανον πάλαι χορωνὸν καλούμενον ἀπὸ τοῦ τοὺς χορευτὰς ἐν τοῖς θεάτροις αὐτῷ χρῆσθαι, αὐτούς τε περικειμένους καὶ ἐπὶ τὸν στέφανον ἀγωνιζομένους, καθὼς ἐν τοῖς Σιμωνίδου Ἐπιγράμμασιν ἰδεῖν ἔστιν οὕτως καλούμενον: Φοῖβον, ὃς ἁγεῖται τοῖς Τυνδαρίδῃσιν ἀοιδᾶν ἁμέτεροι τέττιγες ἐπεστέψαντο χορωνῷ. ἀκίνινοι. στέφανοί τινες καλοῦνται οὕτως οἱ τῆς ἀκίνου τοῦ φυτοῦ πλεκόμενοι, ὥς φησιν Ἄνδρων ὁ ἱατρός. Παρθένιος ὁ τοῦ Διονυσίου ἐν τῷ πρώτῳ τῶν παρὰ τοῖς ἱστορικοῖς Λέξεων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION