- 텍스트

Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 25

(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 25)

φιλύρινος.? Ξέναρχος Στρατιώτῃ: φιλύρας εἶχε γάρ ὁ παῖς ἀφύλλου στέφανον ἀμφικείμενον. καλοῦνται δέ τινες καὶ ἑλικτοὶ στέφανοι, ὥσπερ παρὰ Ἀλεξανδρεῦσι μέχρι καὶ νῦν. μνημονεύει δ αὐτῶν Χαιρήμων ὁ τραγῳδιοποιὸς ἐν Διονύσῳ διὰ τούτων κισσῷ τε ναρκίσσῳ τε τριέλικας κύκλῳ στεφάνων ἑλικτῶν ὁρμαθούς περὶ δὲ τῶν ἐν Αἰγύπτῳ αἰεὶ ἀνθούντων στεφάνων Ἑλλάνικος ἐν τοῖς Αἰγυπτιακοῖς οὕτως γράφει: "πόλις ἐπιποταμίη, Τίνδιον ὄνομα: "αὐτῇ` θεῶν ὁμήγυρις καὶ ἱερὸν μέγα καὶ ἁγνὸν ἐν μέσῃ τῇ πόλει λίθινον καὶ θύρετρα λίθινα. "ἔσω τοῦ ἱεροῦ ἄκανθαι πεφύκασι λευκαὶ καὶ μέλαιναι. "ἐπ αὐτῇσι στέφανοι ἐπιβέβληνται ἄνω, τῆς ἀκάνθου τοῦ ἄνθεος καὶ ῥοιῆς καὶ ἀμπέλου πεπλεγμένοι: "καὶ οὗτοι αἰεὶ ἀνθέουσι : "τοὺς ἀπέθεντο οἱ θεοὶ ἐν Αἰγύπτῳ πυθόμενοι βασιλεύειν τὸν Βάβυν, ὅς ἐστι Τυφών. Δημήτριος δ ἐν τῷ Περὶ τῶν κατ Αἴγυπτον περὶ Ἄβυδον πόλιν τὰς ἀκάνθας ταύτας εἶναί φησιν γράφων οὕτως:

"ἔχει δὲ ὁ κάτω τόπος καὶ ἄκανθάν τινα δένδρον. "ὃ τὸν καρπὸν φέρει στρογγύλον ἐπί τινων κλωνίων περιφερῶν, ἀνθεῖ δ οὗτος ὅταν ὡρ´α ᾖ, καὶ ἐστὶ τῷ χρώματι τὸ ἄνθος καὶ καὶ εὐφεγγές. λέγεται δέ τις μῦθος ὑπὸ τῶν Αἰγυπτίων ὅτι οἱ Αἰθίοπες στελλόμενοι εἰς Τροίαν ὑπὸ τοῦ Τιθωνοῦ, ἐπεὶ ἤκουσαν τὸν Μέμνονα τετελευτηκέναι, ἐν τούτῳ τῷ τόπῳ τοὺς στεφάνους ἀνέβαλον ἐπὶ τὰς ἀκάνθας: "ἐστὶ δὲ παραπλήσια τὰ κλωνία στεφάνοις, ἐφ ὧν τὸ ἄνθος φύεται. ὁ δὲ προειρημένος Ἑλλάνικος καὶ Ἄμασιν Αἰγύπτου βασιλεῦσαι, ἰδιώτην ὄντα καὶ τῶν τυχόντων κατὰ τὸν πρῶτον βίον, διὰ στεφάνου δωρεὰν ὃν ἔπεμψεν ἀνθέων πλεξάμενος τῇ ὡρ´ᾳ περικαλλεστάτων γενέθλια ἐπιτελοῦντι Πατάρμιδι τῷ τῆς Αἰγύπτου τότε βασιλεύοντι.

τοῦτον γὰρ ἡσθέντα τῷ κάλλει τοῦ στεφάνου καὶ ἐπὶ δεῖπνον καλέσαι τὸν Ἄμασιν καὶ μετὰ ταῦτα τῶν φίλων ἕνα αὐτὸν ἔχοντα ἐκπέμψαι ποτὲ καὶ στρατηγόν, Αἰγυπτίων αὐτῷ πολεμούντων ὑφ ὧν διὰ τὸ τοῦ Πατάρμιδος μῖσος ἀποφανθῆναι βασιλέα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION