- 텍스트

Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 22

(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 22)

πυλέων%10.? οὕτως καλεῖται ὁ στέφανος ὃν τῇ Ἥρᾳ περιτιθέασιν Λάκωνες, ὥς φησιν Πάμφιλος. ἀλλὰ μὴν καὶ ἰάκχαν τινὰ καλούμενον οἶδα στέφανον ὑπὸ Σικυωνίων, ὥς φησι Τιμαχίδας ἐν ταῖς Γλώσσαις. Φιλίτας δ οὕτως γράφει: Ιἄκχα, ἐν τῇ Σικυωνίᾳ, στεφάνωμα εὐῶδες: ἕστηκ ἀμφὶ κόμας εὐώδεας ἀγχόθι πατρὸς καλὸν Ιἀκχαῖον θηκαμένη στέφανον. Σέλευκος δ ἐν ταῖς Γλώσσαις Ἑλλωτίδα καλεῖσθαί φησι τὸν ἐκ μυρρίνης πλεκόμενον στέφανον, ὄντα τὴν περίμετρον πηχῶν κ , πομπεύειν τε ἐν τῇ τῶν Ἑλλωτίων ἑορτῇ, φασὶ δ ἐν αὐτῷ τὰ τῆς Εὐρώπης ὀστᾶ κομίζεσθαι, ἣν ἐκάλουν Ἑλλωτίδα. ἄγεσθαι δὲ καὶ ἐν Κορίνθῳ τὰ Ἑλλώτια. Θυρεατικοί. οὕτω καλοῦνταί τινες στέφανοι παρὰ Λακεδαιμονίοις, ὥς φησι Σωσίβιος ἐν τοῖς περὶ Θυσιῶν, ψιλίνους αὐτοὺς φάσκων νῦν ὀνομάζεσθαι, ὄντας ἐκ φοινίκων. φέρειν δ αὐτοὺς ὑπόμνημα τῆς ἐν Θυρέᾳ γενομένης νίκης τοὺς προστάτας τῶν ἀγομένων χορῶν ἐν τῇ ἑορτῇ ταύτῃ, ὅτε καὶ τὰς Γυμνοπαιδιὰς ἐπιτελοῦσιν. χοροὶ δ εἰσὶν γ, ὁ μὲν πρόσω παίδων, ὁ δ ἐκ δεξιοῦ γερόντων, ὁ δ ἐξ ἀριστεροῦ ἀνδρῶν,2 γυμνῶν ὀρχουμένων καὶ ᾀδόντων Θαλητᾶ καὶ Ἀλκμᾶνος ᾄσματα καὶ τοὺς Διονυσοδότου τοῦ Λάκωνος παιᾶνας.

μελιλωτίνων δὲ στεφάνων μνημονεύει Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ οὕτως: στεφάνους τε πολλοὺς κρεμαμένους μελιλωτίνους. ἐπιθυμίς. Σέλευκός φησι τὰ πάντα, στεφανώματα. Τιμαχίδας δέ φησιν τὰ παντοδαπὰ στεφανώματα ἃ τὰς γυναῖκας φορεῖν οὕτως καλεῖσθαι ὑποθυμὶς δὲ καὶ ὑποθυμίδες στέφανοι παρ Αἰολεῦσιν καὶ Ιὤσιν, οὓς περὶ τοὺς τραχήλους περιετίθεντο, ὡς σαφῶς ἔστιν μαθεῖν ἐκ τῆς Ἀλκαίου καὶ Ἀνακρέοντος ποιήσεως. Φιλίτας δ ἐν τοῖς Ἀτάκτοις ὑποθυμίδα Λεσβίους φησὶν καλεῖν μυρσίνης κλῶνα, περὶ ὃν πλέκειν ἰά καὶ ἄλλα ἄνθη.

καὶ ὑπογλωττὶς δὲ στεφάνου ἐστὶν εἶδος. Θεόδωρος δ ἐν Ἀττικαῖς Γλώσσαις στεφάνων πλοκῆς γένος παρὰ Πλάτωνι ἐν Διὶ Κακουμένῳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION