호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χοροὶ δ εἰσὶν γ, ὁ μὲν πρόσω παίδων, ὁ δ ἐκ δεξιοῦ γερόντων, ὁ δ ἐξ ἀριστεροῦ ἀνδρῶν,2 γυμνῶν ὀρχουμένων καὶ ᾀδόντων Θαλητᾶ καὶ Ἀλκμᾶνος ᾄσματα καὶ τοὺς Διονυσοδότου τοῦ Λάκωνος παιᾶνας.? μελιλωτίνων δὲ στεφάνων μνημονεύει Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ οὕτως: στεφάνους τε πολλοὺς κρεμαμένους μελιλωτίνους. ἐπιθυμίς. Σέλευκός φησι τὰ πάντα, στεφανώματα. Τιμαχίδας δέ φησιν τὰ παντοδαπὰ στεφανώματα ἃ τὰς γυναῖκας φορεῖν οὕτως καλεῖσθαι ὑποθυμὶς δὲ καὶ ὑποθυμίδες στέφανοι παρ Αἰολεῦσιν καὶ Ιὤσιν, οὓς περὶ τοὺς τραχήλους περιετίθεντο, ὡς σαφῶς ἔστιν μαθεῖν ἐκ τῆς Ἀλκαίου καὶ Ἀνακρέοντος ποιήσεως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기