- 텍스트

Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 18

(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 18)

περὶ δὲ τοῦ Ναυκρατίτου στεφάνου τίς ἐστι τὴν ἄνθην πολλὰ ἀναζητήσας καὶ πολλῶν πυθόμενος, ὡς οὐδὲν ἐμάνθανον, ἐνέτυχον ὀψέ ποτε Πολυχάρμου Ναυκρατίτου ἐπιγραφομένῳ βιβλίῳ Περὶ Ἀφροδίτης, ἐν ᾧ ταυτὶ γέγραπται:? "κατὰ δὲ τὴν τρίτην πρὸς ταῖς εἴκοσιν Ὀλυμπιάδα ὁ Ἡρόστρατος, πολίτης ἡμέτερος ἐμπορίᾳ χρώμενος καὶ χώραν πολλὴν περιπλέων, προσσχών ποτε καὶ Πάφῳ τῆς Κύπρου ἀγαλμάτιον Ἀφροδίτης σπιθαμιαῖον, ἀρχαῖον τῇ τέχνῃ, ὠνησάμενος ᾔει φέρων εἰς τὴν Ναύκρατιν. "καὶ αὐτῷ πλησίον φερομένῳ τῆς Αἰγύπτου τῇ χειμὼν αἰφνίδιον ἐπέπεσεν καὶ συνιδεῖν οὐκ ἦν ὅπου γῆς ἦσαν, κατέφυγον ἅπαντες ἐπὶ τὸ τῆς Ἀφροδίτης ἄγαλμα σῴζειν αὑτοὺς αὐτὴν δεόμενοι. "ἡ δὲ θεὸς προσφιλὴς γὰρ τοῖς Ναυκρατίταις ἦν αἰφνίδιον ἐποίησε πάντα τὰ παρακείμενα αὐτῇ μυρρίνης χλωρᾶς πλήρη ὀδμῆς τε ἡδίστης ἐπλήρωσεν τὴν ναῦν ἤδη ἀπειρηκόσι τοῖς ἐμπλέουσιν τὴν σωτηρίαν διὰ τὴν πολλὴν ναυτίαν γενομένου τε ἐμέτου πολλοῦ: "καὶ ἡλίου ἐκλάμψαντος κατιδόντες τοὺς ὁρ´μους ἧκον εἰς τὴν Ναύκρατιν. "καὶ ὁ Ἡρόστρατος ἐξορμήσας τῆς νεὼς μετὰ τοῦ ἀγάλματος, ἔχων καὶ τὰς αἰφνίδιον αὐτῷ ἀναφανείσας χλωρὰς μυρρίνας, ἀνέθηκεν ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ : "θύσας δὲ τῇ θεῷ καὶ ἀναθεὶς τῇ Ἀφροδίτῃ τἄγαλμα,3 καλέσας δὲ καὶ ἐφ ἑστίασιν ἐν αὐτῷ τῷ ἱερῷ τοὺς προσήκοντας καὶ τοὺς οἰκειοτάτους ἔδωκεν ἑκάστῳ καὶ στέφανον ἐκ τῆς μυρρίνης, ὃν καὶ τότε ἐκάλεσε Ναυκρατίτην. ὁ μὲν οὖν Πολύχαρμος ταῦτα. οἷς κἀγὼ πείθομαι, ἡγούμενος οὐκ ἄλλον τινὰ εἶναι Ναυκρατίτην στέφανον ἢ τὸν ἐκ τῆς μυρρίνης, τῷ καὶ μετὰ τῶν ῥόδων ὑπὸ τοῦ Ἀνακρέοντος φορεῖσθαι. καὶ ὁ Φιλωνίδης δὲ εἴρηκεν ὡς ὁ τῆς μυρρίνης στέφανος τὴν ἐκ τῶν οἴνων ἀναθυμίασιν ἀποκρούεται καὶ ὁ τῶν ῥόδων ἔχει τι κεφαλαλγίας παρηγορικὸν πρὸς τῷ καὶ ἐμψύχειν. γελοῖοι οὖν εἰσιν οἱ λέγοντες Ναυκρατίτην εἶναι στέφανον τὸν ἐκ τῆς βύβλου τῆς στεφανωτρίδος καλουμένης παρ Αἰγυπτίοις,8 παρατιθέμενοι Θεοπόμπου ἐκ τῆς τρι σκαιδεκάτης τῶν Φιλιππικῶν καὶ ἑνδεκά>της τῶν Ἑλληνικῶν,9 ὅς φησιν Ἀγησιλάῳ τῷ Λάκωνι παραγενομένῳ εἰς Αἴγυπτον δῶρα πέμψαι τοὺς Αἰγυπτίους ἄλλα τέ τινα καὶ δὴ καὶ τὴν στεφανωτρίδα βύβλον. ἐγὼ δὲ οὐκ οἶδα τίνα ὠφέλειαν ἢ ἡδονὴν ἔχει τὸ βύβλῳ στεφανοῦσθαι μετὰ ῥόδων, πλὴν εἰ μή τι οἱ τούτοις χαίροντες στέψονται ὁμοῦ σκορόδοις καὶ ῥόδοις.

παμπόλλους δὲ οἶδα λέγοντας τὸν ἐκ τῆς σαμψούχου στέφανον εἶναι τὸν Ναυκρατίτην πολὺ δὲ τὸ ἄνθος τοῦτο κατὰ τὴν Αἴγυπτον. διάφορος δὲ γίνεται κατὰ τὴν ὀδμὴν ἡ ἐν Αἰγύπτῳ μυρρίνη παρὰ τὰς ἐν ἄλλαις χώραις, ὡς καὶ Θεόφραστος ἱστορεῖ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION