- 텍스트

Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 12 4:

(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 12 4:)

λυσαμένους δ αὐτοὺς τὰ πρυμνήσια καὶ τὰς ἀγκύρας ἀνελομένους εἰρεσίᾳ τε πάσῃ χρωμένους ἀπαίρειν οὐ δύνασθαι.? ἡγησαμένους οὖν θεῖόν τι τοῦτ εἶναι πάλιν ἐξενεγκαμένους τῆς νεὼς τὸ βρέτας ἀποθέσθαι παρὰ τὸν αἰγιαλόν: καὶ ψαιστὰ αὐτῷ παραθέντας περιδεεῖς ἀπαλλάττεσθαι. τῆς δὲ Ἀδμήτης ἑώθεν δηλωσάσης ὅτι τὸ βρέτας ἠφανίσθη καὶ ζητήσεως γενομένης εὑρεῖν μὲν αὐτὸ τοὺς ζητοῦντας ἐπὶ τῆς ᾐόνος, ὡς δὲ δὴ βαρβάρους Κᾶρας ὑπονοήσαντας αὐτόματον ἀποδεδρακέναι, πρός τι λύγου θωράκιον ἀπερείσασθαι, καὶ τοὺς εὐμηκεστάτους τῶν κλάδων ἑκατέρωθεν ἐπισπασαμένους περιειλῆσαι πάντοθεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION