- 텍스트

Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 9 6:

(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 9 6:)

εἰ μὴ ἄρα διὰ τὸ κατεστέφθαι τῷ ἔρωτι τοὺς ἐρῶντας οὐκ ἐπίμονος αὐτῶν ὁ στέφανος γίνεται:? χαλεπὸν γὰρ ἐπὶ μεγάλῳ καὶ θείῳ στεφάνῳ μικρὸν καὶ τὸν τυχόντα μεῖναι. στεφανοῦσιν δὲ τὰς τῶν ἐρωμένων θύρας ἤτοι τιμῆς χάριν, καθαπερεί τινος θεοῦ τὰ πρόθυρα,9 ἢ οὐ τοῖς ἐρωμένοις ἀλλὰ τῷ Ἔρωτι ποιούμενοι τὴν τῶν στεφάνων ἀνάθεσιν, ὡς τοῦ μὲν Ἔρωτος τὸν ἐρώμενον ἄγαλμα, τούτου δὲ ναὸν ὄντα τὴν οἴκησιν στεφανοῦσιν. διὰ ταῦτα δὲ καὶ θύουσιν ἔνιοι ἐπὶ ταῖς τῶν ἐρωμένων θύραις: ἢ μᾶλλον ὑφ ὧν οἰόνταί τε καὶ πρὸς ἀλήθειαν τὸν τῆς ψυχῆς κόσμον ἐσκύλευνται, καὶ τούτοις καὶ τὸν τοῦ σώματος κόσμον ὑπὸ τοῦ πάθους ἐξαγόμενοι, καὶ σκυλεύοντες ἑαυτοὺς, ἀνατιθέασιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION