- 텍스트

Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 8 2:

(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 8 2:)

μάχαι δ ἄλλοισι καὶ πόνοι μέλοι.? σὸν οὖν ἐστιν, ὦ μουσικώτατε, τὴν χιλιέτη μου ταύτην ζήτησιν ἀπολύσασθαι, Δημόκριτε, καὶ διά τί οἱ ἐρῶντες στεφανοῦσι τὰς τῶν ἐρωμένων θύρας. - πρὸς ὃν ὁ Κύνουλκος ἀεὶ τῷ Σύρῳ ἀντικορυσσόμενος καὶ οὐδέποτε τῆς φιλονεικίας παυόμενος ἧς εἶχε πρὸς αὐτόν, ἐπεὶ θόρυβος κατεῖχεν τὸ συμπόσιον, ἔφη: "τίς οὗτος ὁ τῶν συρβηνέων χορός· "καὶ αὐτὸς δὲ τούτων τῶν ἐπῶν μεμνημένος τινῶν ἐρῶ, ἵνα μὴ ὁ Οὐλπιανὸς βρενθύηται ὡς ἐκ τῶν ἀποθέτων τοῖς Ὁμηρίδαις μόνος ἀνασπάσας τὰ κοττάβεια : "ἀγγελίας ἀγαθῆς δεῦρ ἴτε πευσόμενοι καὶ κυλίκων ἔριδας διαλύσατε καὶ κατάθεσθε τὴν ξύνεσιν παρ ἐμοὶ καὶ τάδε μανθάνετε, εἰς τὴν παροῦσαν ζήτησιν ἐπιτήδεια ὄντα. "ὁρῶ γὰρ καὶ τοὺς παῖδας ἤδη φέροντας ἡμῖν στεφάνους καὶ μύρα. "διὰ τί δὲ λέγονται, τῶν ἐστεφανωμένων ἐὰν λύωνται οἱ στέφανοι, ὅτι ἐρῶσιν· "τοῦτο γὰρ ἐν παισὶ τὰ Καλλιμάχου ἀναγινώσκων ἐπιγράμματα, ὧν ἐστι καὶ τοῦτο, ἐπεζήτουν μαθεῖν, εἰπόντος τοῦ Κυρηναίου: "τὰ δὲ ῥόδα φυλλοβολεῦντα τὠνδρὸς ἀπὸ στεφάνων πάντ ἐγένοντο χαμαί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION