- 텍스트

Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 7

(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 7)

τὸν πυραμοῦντα λήψεται καὶ τὰ κοττάβεια καὶ τῶν παρουσῶν ἣν θέλει χὀ`ν θέλει φιλήσει.? ἐγίνετο δὲ καὶ πεμμάτιά τινα ἐν ταῖς παννυχίσιν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες: καὶ διωνομάζετο τὰ πεμμάτια τότε χαρίσιοι ἀπὸ τῆς τῶν ἀναιρουμένων χαρᾶς. μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι λέγων οὑτωσί: καὶ γὰρ πάλαι πέττει τὰ νικητήρια, εἶθ ἑξῆς φησιν ἐξεπήδησ1 ἀρτίως πέττουσα τὸν χαρίσιον. ὅτι δὲ καὶ φίλημα ἦν ἆθλον ἑξῆς λέγει ὁ Εὔβουλος: εἰε῀ν, γυναῖκες: νῦν ὅπως τὴν νύχθ ὅλην ἐν τῇ δεκάτῃ τοῦ παιδίου χορεύσετε: θήσω δὲ νικητήριον τρεῖς ταινίας καὶ μῆλα πέντε καὶ φιλήματ ἐννέα. Ὅτι δὲ ἐσπούδαστο παρὰ τοῖς Σικελιώταις ὁ κότταβος δῆλον ἐκ τοῦ καὶ οἰκήματα ἐπιτήδεια τῇ παιδιᾷ κατασκευάζεσθαι, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τῷ περὶ Ἀλκαίου, οὐκ ἀπεικότως οὖν οὐδ ὁ Καλλίμαχος Σικελὴν τὴν λάταγα προσηγόρευσεν. μνημονεύει τῶν λατάγων καὶ τῶν κοττάβων καὶ ὁ Χαλκοῦς καλούμενος Διονύσιος ἐν τοῖς Ἐλεγείοις διὰ τούτων κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες ἡμεῖς προστίθεμεν γυμνασίῳ Βρομίου, κώρυκον.

οἱ δὲ παρόντες ἐνείρετε χεῖρας ἅπαντες ἐς σφαίρας κυλίκων καὶ πρὶν ἐκεῖνον ἰδεῖν,6 ὄμματι βηματίσαισθε τὸν αἰθέρα τὸν κατὰ κλίνην,8 εἰς ὅσον αἱ λάταγες χωρίον ἐκτατέαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION