호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἕτερον δ ἐστὶν εἶδος παιδιᾶς τῆς ἐν λεκάνῃ, αὕτη δ ὕδατος πληροῦται, ἐπινεῖ δὲ ἐπ αὐτῆς ὀξύβαφα κενά, ἐφ ἃ βάλλοντες τὰς λατάγας ἐκ καρχησίων ἐπειρῶντο καταδύειν ἀνῃρεῖτο δὲ τὰ κοττάβια ὁ πλείω καταδύσας.? Ἀμειψίας Ἀποκοτταβίζουσιν: ἡ Μανία, φέρ ὀξύβαφα καὶ κανθάρους καὶ τὸν ποδανιπτῆρ, ἐγχέασα θὔδατος. Κρατῖνος ἐν Νεμέσει: τὸ δὲ κοττάβιον προθέντα συμποτικοῖσι νόμοις τοῖς ἐπινέουσιν ὀξυβάφοισιν ἐμβάλλειν ποτόν, τῷ δὲ βαλόντι πλεῖστανέμειν τύχης τόδ ἆθλον. "ἔγνωκ : "ἐγὼ δὲ χαλκίον ῾τοῦτ ἐστὶν κοττάβειον ἱστάναἰ καὶ μυρρίνας. Ἕρμιππος Μοίραις:
χλανίδες δ οὖλαι καταβέβληνται, θώρακα δ ἅπας ἐμπερονᾶται, κνημὶς δὲ περὶ σφυρὸν ἀρθροῦται,2 βλαύτης δ οὐδεὶς ἔτ ἔρως λευκῆς, ῥάβδον δ ὄψει τὴν κοτταβικὴν ἐν τοῖς ἀχύροισι κυλινδομένην, μάνης δ οὐδὲν λατάγων ἀίει: τὴν δὲ τάλαιναν πλάστιγγ ἂν ἴδοις παρὰ τὸν στροφέα τῆς κηπαίας ἐν τοῖσι κορήμασιν οὖσαν. Ἀχαιὸς δ ἐν Λίνῳ περὶ τῶν Σατύρων λέγων φησὶν ῥιπτοῦντες, ἐκβάλλοντες, ἀγνύντες, τί μ οὐ λέγοντες· ὦ κάλλιστον Ἡρακλεῖ λάταξ.
παρ ὅσον τῶν ἐρωμένων ἐμέμνηντο ἀφιέντες ἐπ αὐτοῖς τοὺς λεγομένους κοσσάβους, διὸ καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ Ἀφροδισίαν εἴρηκε τὴν λάταγα: ξανθὴ δ Ἀφροδισία λάταξ πᾶσιν ἐπεκτύπει δόμοις. καὶ Εὐριπίδης ἐν Πλεισθένει: πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν. καὶ Καλλίμαχος δέ φησι: οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας, ἦν δέ τι καὶ ἄλλο κοτταβίων εἶδος προτιθέμενον ἐν ταῖς παννυχίσιν, οὗ μνημονεύει Καλλίμαχος ἐν Παννυχίδι διὰ τούτων ὁ δ ἀγρυπνήσας μέχρι τῆς κορώνης:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기