호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κότταβος δ ἐκαλεῖτο καὶ τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ, ὡς Εὐριπίδης παρίστησιν ἐν Οἰνεῖ λέγων οὕτως:? : πυκνοῖς δ ἔβαλλον Βακχίου τοξεύμασιν κάρα γέροντος: τὸν βαλόντα δὲ στέφειν ἐγὼ τετάγμην, ἆθλα κοττάβων διδούς. ἐκαλεῖτο δὲ κότταβος καὶ τὸ ἄγγος εἰς ὃ ἔβαλλον τὰς λάταγας, ὡς Κρατῖνος ἐν Νεμέσει δείκνυσιν: ὅτι δὲ καὶ χαλκοῦν ἦν, Εὔπολις ἐν Βάπταις λέγει : "χαλκῷ περὶ κοττάβῳ. Πλάτων δὲ ἐν Διὶ Κακουμένῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι ἀποδίδωσιν, ἐν ᾗ ἐξίσταντο καὶ τῶν σκευαρίων οἱ δυσκυβοῦντες. λέγει δ οὕτως: : πορν. πρὸς κότταβον παίζειν, ἑώς ἂν σφῷν ἐγὼ τὸ δεῖπνον ἔνδον σκευάσω. ηρ. πάνυ βούλομαι: ἀλλ ἄγγος ἐστ· π. ἀλλ εἰς θυίαν παιστέον. ηρ. φέρε τὴν θυίαν, αἶρ ὕδωρ, τὰ ποτήρια παράθετε, παίζωμεν δὲ περὶ φιλημάτων. π.
ποίων φιλημάτων· ἀγεννῶς οὐκ ἐῶ παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ τασδί τε τὰς κρηπῖδας ἃς αὕτη φορεῖ, καὶ τὸν κότυλον τὸν σόν. ηρ. βαβαιάξ: οὑτοσὶ μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기