호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγκέφαλος φοίνικος φοίνικος.? Θεόφραστος περὶ φοίνικος τοῦ φυτοῦ εἰπὼν ἐπιφέρει: "ἡ μὲν οὖν ἀπὸ τῶν καρπῶν φυτεία τοιαύτη τις: "ἡ δ ἀπ αὐτοῦ, ὅταν ἀφέλωσι τὸ ἄνω ἐν ᾧπερ ὁ ἐγκέφαλος. καὶ Ξενοφῶν ἐν δευτέρῳ Ἀναβάσεως γράφει τάδε: "ἐνταῦθα καὶ τὸν ἐγκέφαλον τοῦ φοίνικος πρῶτον ἔφαγον οἱ στρατιῶται: "καὶ οἱ πολλοὶ ἐθαύμαζον τό τε εἶδος καὶ τὴν ἰδιότητα τῆς ἡδονῆς: "ἦν δὲ σφόδρα καὶ τοῦτο κεφαλαλγές. ὁ δὲ φοῖνιξ, ὅταν ἐξαιρεθῇ ὁ ἐγκέφαλος, ὅλος ἐξαυαίνεται. Νίκανδρος Γεωργικοῖς: σὺν καὶ φοίνικος παραφυάδας ἐκκόπτοντες ἐγκέφαλον φορέουσι νέοις ἀσπαστὸν ἔδεσμα. Δίφιλος δ ὁ Σίφνιος ἱστορεῖ:
"οἱ τῶν φοινίκων ἐγκέφαλοι πλήσμιοι καὶ πολύτροφοι, ἔτι δὲ βαρεῖς καὶ δυσοικονόμητοι διψώδεις τε καὶ στατικοὶ κοιλίας. "ἡμεῖς δέ, φησὶν οὗτος, ἑταῖρε Τιμόκρατες, δόξομεν ἐγκέφαλον ἔχειν μέχρι τοῦ τέλους, εἰ καταπαύσομεν ἐνταῦθα καὶ τήνδε τὴν συναγωγήν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기