호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἡ δὲ κάκτος καλουμένη περὶ Σικελίαν μόνον, ἐν τῇ Ἑλλάδι δ οὐκ ἔστι.? "ἀφίησι δ εὐθὺς ἀπὸ τῆς ῥίζης καυλοὺς ἐπιγείους: "τὸ δὲ φύλλον ἔχει πλατὺ καὶ ἀκανθῶδες: "καυλοὺς δὲ τοὺς καλουμένους κάκτους, ἐδώδιμοι δ εἰσὶ περιλεπόμενοι καὶ μικρὸν ὑπόπικροι, καὶ ἀποθησαυρίζουσιν αὐτοὺς ἐν ἅλμῃ. ἕτερον δὲ καυλὸν ὀρθὸν ἀφίησιν, ὃν καλοῦσι πτέρνικα, καὶ τοῦτον ἐδώδιμον. "τὸ δὲ περικάρπιον ἀφαιρεθέντων τῶν παππωδῶν ἐμφερὲς τῷ τοῦ φοίνικος ἐγκεφάλῳ, ἐδώδιμον καὶ τοῦτο: "καλοῦσι δ αὐτὸ ἀσκάληρον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기