호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Νίκανδρος δ ὁ Κολοφώνιος ἐν β Γλωσσῶν βρένθιν λέγεσθαί φησι παρὰ Κυπρίοις θρίδακα, οὗ ὁ Ἄδωνις καταφυγὼν ὑπὸ τοῦ κάπρου διεφθάρη.? Ἄμφις τε ἐν Ιἀλέμῳ φησὶν ἐν ταῖς θριδακίναις ταῖς κάκιστ ἀπολουμέναις, ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ ἐτῶν, ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν, στρέφοιθ ὅλην τὴν νύκτ ἂν οὐδὲ ἓν πλέον ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην, καὶ Καλλίμαχος δέ φησιν ὅτι ἡ Ἀφροδίτη τὸν Ἄδωνιν ἐν θριδακίνῃ κρύψειεν, ἀλληγορούντων τῶν ποιητῶν ὅτι ἀσθενεῖς εἰσι πρὸς ἀφροδίσια οἱ συνεχῶς χρώμενοι θρίδαξι. καὶ Εὔβουλος δ ἐν Ἀστύτοις φησί: μὴ παρατίθει σύ μοι θριδακίνας, ὦ γύναι, ἐπὶ τὴν τράπεζαν, ἢ σεαυτὴν αἰτιῶ. ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς λόγος, ποτὲ τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις: αὐτὸν ἀποκρύψαι, Μαρσύας δ ὁ νεώτερος ἐν χλόῃ κριθῶν.
Ἱππώνακτα δὲ τετρακίνην τὴν θρίδακα καλεῖν : Πάμφιλος ἐν Γλώσσαις φησί, Κλείταρχος δὲ Φρύγας οὕτω καλεῖν. Λύκος δ ὁ Πυθαγόρειος τὴν ἐκ γενέσεώς φησι θρίδακα πλατύφυλλον τετανὴν ἄκαυλον ὑπὸ μὲν τῶν Πυθαγορείων λέγεσθαι εὐνοῦχον, ὑπὸ δὲ τῶν γυναικῶν ἀστύτιδα: διουρητικοὺς γὰρ παρασκευάζει καὶ ἐκλύτους πρὸς τὰ ἀφροδίσια:
ἐστὶ δὲ κρατίστη ἐσθίεσθαι. :?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기