호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θρίδαξ.? ταύτην Ἀττικοὶ θριδακίνην καλοῦσιν. Ἐπίχαρμος: θρίδακος ἀπολελεμμένας τὸν καυλόν, θριδακινίδας δ εἴρηκε Στράττις: πρασοκουρίδες, αἳ καταφύλλους ἀνὰ κήπους πεντήκοντα ποδῶν ἴχνεσι βαίνετ, ἐφαπτόμεναι ποδοῖν σατυριδίων μακροκέρκων, χοροὺς ἑλίσσουσαι παρ ὠκίμων πέταλα καὶ θριδακινίδων εὐόσμων τε σελίνων. Θεόφραστος δέ φησι: "τῆς θριδακίνης ἡ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. "γένη δ αὐτῆς τρία, τὸ πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν. αὕτη δ ἔχει τὸ μὲν φύλλον σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστός ἐστιν ἐκ τοῦ καυλοῦ, τῶν δὲ πλατειῶν οὕτω τινὲς γίνονται πλατύκαυλοι ὥστ ἐνίους καὶ θύραις χρῆσθαι κηπουρικαῖς. τῶν δὲ καυλῶν φησι κολουσθέντων ἡδίους τοὺς παλιμβλαστεῖς εἶναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기