- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 78

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 78)

ὅτι τοὺς πέπονας Κρατῖνος μὲν σικύους σπερματίας κέκληκεν ἐν Ὀδυσσεῦσιν:? ποῦ ποτ εἶδές μοι τὸν ἄνδρα, παῖδα Λαέρτα φίλον· β. ἐν Πάρῳ σικυὸν μέγιστον σπερματίαν ὠνούμενον. Πλάτων Λαίῳ: οὐχ ὁρᾷς ὅτι ὁ μὲν Λέαγρος, Γλαύκωνας ὢν μεγάλου γένους, ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων· Ἀναξίλας: τὰ δὲ σφύρ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων. Θεόπομπος: μαλθακωτέρα πέπονος σικυοῦ μοι γέγονε. Φαινίας: "βρωτὰ μὲν ἁπαλὰ τῷ περικαρπίῳ σικυὸς καὶ πέπων ἄνευ τοῦ σπέρματος, πεττόμενον δὲ τὸ περικάρπιον μόνον, κολοκύντη δὲ ὠμὴ μὲν ἄβρωτος, ἑφθὴ δὲ καὶ ὀπτὴ βρωτή. Διοκλῆς δ ὁ Καρύστιος ἐν πρώτῳ Ὑγιεινῶν φησιν ἑψανὰ ἄγρια εἶναι θρίδακα ταύτης κρατίστην τὴν μέλαιναν, κάρδαμον, κορίαννον, σίναπυ, κρόμμυον τούτου εἶδος ἀσκαλώνιον καὶ γήτειον, σκόροδον, φύσιγγες, σικυός, πέπων, μήκων, καὶ μετ ὀλίγα: "ὁ πέπων δ ἐστὶν εὐκαρδιώτερος καὶ εὐπεπτότερος.

"ἑφθὸς δ ὁ σικυὸς ἁπαλὸς, ἄλυπος, οὐρητικός. ὁ δὲ πέπων ἑψηθεὶς ἐν μελικράτῳ διαχωρητικώτερος. Σπεύσιππος δ ἐν τοῖς Ὁμοίοις τὸν πέπονα καλεῖ σικύαν Διοκλῆς δὲ πέπονα ὀνομάσας οὐκ ἔτι καλεῖ σικύαν καὶ ὁ Σπεύσιππος δὲ σικύαν εἰπὼν πέπονα οὐκ ὀνομάζει. "ὁ πέπων εὐχυλότερός ἐστι καὶ ἐπικρατητικὸς κακοχυλότερος δέ, ὀλιγότροφος δὲ καὶ εὔφθαρτος καὶ εὐεκκριτώτερος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION