호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι ἀρτύματα εὑρ´ηται παρὰ Σοφοκλεῖ:? καὶ βορᾶς ἀρτύματα. καὶ παρ Αἰσχύλῳ : διαβρέχεις τἀρτύματα. καὶ Θεόπομπος δέ φησι: "πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ σάκκοι καὶ θύλακοι βιβλίων καὶ τῶν ἄλλων ἁπάντων τῶν χρησίμων πρὸς τὸν βίον. τὸ δὲ ῥῆμα κεῖται παρὰ Σοφοκλεῖ: ἐγὼ μάγειρος ἀρτύσω σοφῶς. Κρατῖνος: γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι καλῶς. Εὔπολις: ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ. ὅτι ἀρτύματα ταῦτα καταλέγει που Ἀντιφάνης: ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου, σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου, βοτανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης, καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ. ὅτι οἴδασιν οἱ παλαιοὶ τὸ Αἰθιοπικὸν καλούμενον κύμινον.
ὅτι εἴρηται ἀρσενικῶς ὁ θύμος καὶ ὁ ὀρίγανος. Ἀναξανδρίδης : ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δὴ σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ. Ιὤν αὐτὰρ ὃ γ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει. θηλυκῶς δὲ Πλάτων ἢ Κάνθαρος: ἢ ξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον. οὐδετέρως δ Ἐπίχαρμος καὶ Ἀμειψίας. δὲ θύμον ἀρσενικῶς Νίκανδρος ἐν Μελισσουργικοῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기