호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὄξος.? τοῦτο μόνον Ἀττικοὶ τῶν ἡδυσμάτων ἦδος καλοῦσι. κάλλιστον δ ὄξος εἶναί φησι Χρύσιππος ὁ φιλόσοφος τό τε Αἰγύπτιον καὶ τὸ Κνίδιον. Ἀριστοφάνης δὲ ἐν Πλούτῳ φησὶν ὄξει διέμενος Σφηττίῳ. "ἴσως διότι οἱ Σφήττιοι ὀξεῖς. μνημονεύει δέ που καὶ τοῦ ἐκ Κλεωνῶν ὄξους ὡς διαφόρου : ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί. καὶ Δίφιλος: δειπνεῖ τε καταδύς, πῶς δοκεῖς, Λακωνικῶς, ὄξους δὲ κοτύλην Β. πάξ. α. τί πάξ· β. ὀξὶς μέτρον χωρεῖ τοσοῦτο τῶν Κλεωναίων. Φιλωνίδης: τὰ καταχύσματα αὐτοῖσιν ὄξος οὐκ ἔχει. Ὁ δὲ Ταραντῖνος ῾ Ἡρακλείδης ἐν τῷ Συμποσίῳ φησί: "τὸ ὄξος τινὰ τῶν ἐκτὸς συνιστάνει, παραπλησίως δὲ καὶ τὰ ἐν κοιλίᾳ, τὰ δ ἐν τῷ ὄγκῳ διαλύει, διὰ τὸ δηλονότι διαφόρους ἐν ἡμῖν μίγνυσθαι χυμούς.
ἐθαυμάζετο δὲ καὶ τὸ Δεκελεικὸν ὄξος. Ἄλεξις κοτύλας τέτταρας ἀναγκάσας μεστὰς ἔμ αὐτίτου σπάσαι ὄξους Δεκελεικοῦ δι ἀγορᾶς μέσης ἄγεις. λεκτέον δὲ ὀξύγαρον διὰ τοῦ ῡ καὶ τὸ δεχόμενον αὐτὸ ἀγγεῖον ὀξύβαφον: "ἐγὼ δ ὀξύμελι πίνω.
οὕτως οὖν ἐροῦμεν καὶ ὀξυρόδινον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기