- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 74

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 74)

ἔλαιον.? Σαμιακοῦ ἐλαίου μνημονεύει Ἀντιφάνης ἢ Ἄλεξις: οὑτοσὶ δέ σοι τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ ἐστιν μετρητής. Καρικοῦ δὲ Ὠφελίων: ἐλαίῳ Καρικῷ ἀλείφεται. Ἀμύντας ἐν σταθμοῖς Περσικοῖς φησι: "φέρει τὰ ὄρη τέρμινθον καὶ σχῖνον καὶ κάρυα τὰ Περσικά, ἀφ ὧν ποιοῦσι τῷ βασιλεῖ ἔλαιον πολύ. Κτησίας δ ἐν Καρμανίᾳ φησὶ γίνεσθαι ἔλαιον ἀκάνθινον, ᾧ χρῆσθαι βασιλέα: "ὃ μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων. ἀλλὰ μὴν οὐδὲ Δίνων ἐν τῇ Περσικῇ πραγματείᾳ: ὃς γέ φησι καὶ ἅλας Ἀμμωνιακὸν ἀπ Αἰγύπτου ἀναπέμπεσθαι βασιλεῖ καὶ ὕδωρ ἐκ τοῦ Νείλου, ἐλαίου δὲ τοῦ ὠμοτριβοῦς καλουμένου μέμνηται Θεόφραστος ἐν τῷ περὶ ὀδμῶν, φάσκων αὐτὸ γίνεσθαι ἐκ τῶν φαυλιῶν ἐλαιῶν καὶ ἐξ ἀμυγδάλων, τοῦ δὲ ἐν Θουρίοις γινομένου ἐλαίου ὡς διαφόρου μνημονεύει Ἄμφις:

: ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακῆ. .?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION