- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 73

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 73)

ὅτι εἰς τὸ πρόπομα καὶ ταῦτα ἐνεβάλλοντο, πέπερι, φυλλίς, σμύρνα, κύπειρον, μύρον Αἰγύπτιον.? Ἀντιφάνης: ἂν μὲν ἄρα πέπερι πριάμενός τις εἰσφέρῃ, στρεβλοῦν γράφουσι τοῦτον ὡς κατάσκοπον. πάλιν νῦν δεῖ περιόντα πέπερι καὶ καρπὸν βλίτου ζητεῖν. Εὔβουλος: κόκκον λαβοῦσα κνίδιον ἢ τοῦ πεπέριδος τρίψασ1 ὁμοῦ σμύρνῃ διάπαττε τὴν ὁδόν. Ὠφελίων: Λιβυκὸν πέπερι θυμίαμα καὶ βιβλίον Πλάτωνος ἐμβρόντητον. Νίκανδρος Θηριακοῖς:

ἢ καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης, πολλάκι δ ἢ πέπερι κόψας νέον ἢ ἀπὸ Μήδων κάρδαμον. Θεόφραστος ἐν φυτῶν ἱστορίᾳ: "τὸ πέπερι καρπὸς μέν ἐστι, διττὸν δὲ αὐτοῦ τὸ γένος: "τὸ μὲν στρογγύλον ὥσπερ ὄροβος, κέλυφος ἔχον ὑπέρυθρον, τὸ δὲ πρόμηκες, μέλαν, σπερμάτια μηκωνικὰ ἔχον. "ἰσχυρότερον δὲ πολὺ τοῦτο θατέρου, θερμαντικὰ δὲ ἄμφω: "διὸ καὶ πρὸς τὸ κώνειον βοηθεῖ ταῦτα. ἐν δὲ τῷ περὶ πνιγμοῦ γράφει:

"ἡ δὲ τούτων ἀνάκτησις ὄξους ἐγχύσει καὶ πεπέριδος ἢ κνίδης καρπῷ τριφθείσης. τοῦτο δ ἡμᾶς τηρῆσαι δεῖ ὅτι οὐδέτερον ὄνομα οὐδέν ἐστι παρὰ τοῖς Ἕλλησιν εἰς ι λῆγον, εἰ μὴ μόνον τὸ μέλι. τὸ γὰρ πέπερι καὶ κόμμι καὶ κοῖφι ξενικά.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION