- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 72

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 72)

ἐγκέφαλοι χοίρειοι.? μόνον, ἀλλὰ καὶ τῶν ἄλλων βεβήλων, οὐδένα γοῦν τῶν ἀρχαίων βεβρωκέναι διὰ τὸ τὰς αἰσθήσεις ἁπάσας σχεδὸν ἐν αὐτῷ εἶναι. Ἀπολλόδωρος δ ὁ Ἀθηναῖος οὐδ ὀνομάζειν τινὰ τῶν παλαιῶν φησιν ἐγκέφαλον καὶ Σοφοκλέα γοῦν ἐν Τραχινίαις ποιήσαντα τὸν Ἡρακλέα ῥιπτοῦντα τὸν Λίχαν ἐς θάλασσαν οὐκ ὀνομάσαι ἐγκέφαλον, ἀλλὰ λευκὸν μυελόν, ἐκκλίνοντα τὸ μὴ ὀνομαζόμενον: κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου κρατὸς διασπαρέντος αἵματός θ ὁμοῦ, καίτοι τἄλλα διαρρήδην ὀνομάσαντα. καὶ Εὐριπίδης δὲ τὴν Ἑκάβην θρηνοῦσαν εἰσαγαγὼν τὸν Ἀστυάνακτα ὑπὸ τῶν Ἑλλήνων ῥιφέντα φησί: δύστηνε, κρατὸς ὥς σ1 ἔκειρεν ἀθλίως τείχη πατρῷα, Λοξίου πυργώματα, ὃν πόλλ ἐκήπευσ1᾿ ἡ τεκοῦσα βόστρυχον φιλήμασὶν τ ἔδωκεν : ἔνθεν ἐκγελᾷ ὀστέων ῥαγέντων φόνος, ἵν:

αἰσχρὰ μὴ λέγω. ἔχει δὲ ἐπίστασιν ἡ τῶν ποιημάτων τούτων ἐκδοχή. καὶ γὰρ Φιλοκλῆς τε ἐγκέφαλόν φησιν οὐδ ἂν ἐγκέφαλον ἔσθων λίποι, καὶ Ἀριστοφάνης: ἀπολέσαιμ ἂν ἐγκεφάλου θρίω δύο, καὶ ἄλλοι. λευκὸν οὖν ἂν εἰή μυελὸν εἰρηκὼς Σοφοκλῆς ποιητικῶς, Εὐριπίδης δὲ τὸ τῆς προσόψεως εἰδεχθὲς καὶ αἰσχρὸν οὐχ αἱρούμενος ἐναργῶς ἐμφανίσαι ἐδήλωσεν ὡς ἐβούλετο. ὅτι δ ἱερὸν ἐνόμιζον τὴν κεφαλὴν δῆλον ἐκ τοῦ καὶ κατ αὐτῆς ὀμνύειν καὶ τοὺς γινομένους ἀπ αὐτῆς πταρμοὺς προσκυνεῖν ὡς ἱερούς.

ἀλλὰ μὴν καὶ τὰς συγκαταθέσεις βεβαιοῦμεν τῇ ταύτης ἐπινεύσει, ὡς καὶ ὁ Ὁμηρικὸς Ζεύς φησιν εἰ δ ἄγε τοι κεφαλῇ ἐπινεύσομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION