- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 71

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 71)

κόψιχοι.? Νικόστρατος ἢ Φιλέταιρος: τί οὖν ἀγοράσω· φράζε γάρ. β. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως: δασύποδα, ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηττία ὁπόσα σὺ βούλει καὶ κίχλας καὶ κοψίχους, ὀρνιθάριά τε τῶν ἀγρίων τούτων συχνά: χάριεν γάρ. Ἀντιφάνης δὲ καὶ ψᾶρας ἐν τοῖς βρώμασι καταλέγει: μέλι, πέρδικες, φάτται, νῆτται, χῆνες, ψᾶρες, κίττα, κολοιός, κόψιχος, ὄρτυξ, ὄρνις θήλεια. πάντων ἡμᾶς λόγον ἀπαιτεῖς καὶ οὐδ ὁτιοῦν ἔξεστιν εἰπεῖν ἀνυπεύθυνον. ὅτι τὸ στρουθάριον παρ ἄλλοις τε καὶ δὴ καὶ παρ Εὐβούλῳ: περδίκια λαβὲ τέτταρ ἢ καὶ πέντε, δασύποδας δὲ τρεῖς, στρουθάριὰ θ οἱο῀ν ἐντραγεῖν, ἀκανθίδας, καὶ βιττάκους, σπινίδια, κερχνῇδας τά τ ἄλλ ἅττ ἂν ἐπιτύχῃς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION