호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ᾦα.? Σιμωνίδης ἐν δευτέρῳ ἰάμβων οἱό῀ν τε χηνὸς ὠεόν Μαιανδρίου. Ἀναξαγόρας ἐν τοῖς Φυσικοῖς τὸ καλούμενόν φησιν ὄρνιθος γάλα τὸ ἐν τοῖς ᾠοῖς εἶναι λευκόν. Ἀριστοφάνης: "τίκτει πρῶτον ὑπηνέμιον ᾠὸν Νύξ. Σαπφὼ δ αὐτὸ τρισυλλάβως καλεῖ: φασὶ δή ποτε Λήδαν ὠιόν εὑρεῖν. καὶ πάλιν ὠίου πολὺ λευκότερον. ὠεά δ ἔφη Ἐπίχαρμος: ὠεά χανὸς κἀλεκτορίδων πετεηνῶν. διὰ τεσσάρων δ αὐτὰ προενήνεκται Ἀναξανδρίδης ὠάρια εἰπών. καὶ Ἔφιππος: σταμνάριὰ τ οἴνου μικρὰ τοῦ Φοινικίνου, ᾠάρια, τοιαῦθ ἕτερα πολλὰ παίγνια. Ἄλεξις δὲ ἡμίτομά που ᾠῶν λέγει, ᾠὰ δὲ οὐ μόνον ἀνεμιαῖα ἐκάλουν, ἀλλὰ καὶ ὑπηνέμια. φησὶ Κλέαρχος ἐν Ἐρωτικοῖς, τὴν Ἑλένην φάσκων ἐν τοιούτοις οἰκήμασι τρεφομένην δόξαν ἀπενέγκασθαι παρὰ πολλοῖς ὡς ἐξ ᾠοῦ εἰή γεγεννημένη. οὐκ εὖ δὲ Νεοκλῆς ὁ Κροτωνιάτης ἔφη ἀπὸ τῆς σελήνης πεσεῖν τὸ ᾠὸν ἐξ οὗ τὴν ῾ Ἑλένην γεννηθῆναι:
τὰς γὰρ σεληνίτιδας γυναῖκας ᾠοτοκεῖν καὶ τοὺς ἐκεῖ γεννωμένους πεντεκαιδεκαπλασίονας ἡμῶν εἶναι, ὡς Ἡρόδωρος ὁ Ἡρακλεώτης ἱστορεῖ. Ἴβυκος δὲ ἐν πέμπτῳ μελῶν περὶ Μολιονιδῶν φησι: τούς τε λευκίππους κόρους τέκνα Μολιόνας κτάνον, ἅλικας, ἰσοκεφάλους, ἑνιγυίους, ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ ἀργυρέῳ.
ᾠὰ λευκά γε καὶ μεγάλα: Ἔφιππος: ἴτρια, τραγήματα. : πυραμοῦς, ἄμης, ᾠῶν ἑκατόμβη: πάντα ταῦτ ἐχναύομεν. ᾠῶν δὲ ῥοφητῶν μνημονεύει Νικόμαχος: οὐσίδιον μοι καταλιπόντος τοῦ πατρός, οὕτω συνεστρόγγυλα κἀξεκόκκισα ἐν μησὶν ὀλίγοις ὥσπερ ᾠόν τις ῥοφῶν: χηνείων δ ᾠῶν Ἔριφος: β.
χήνει ἐστίν, ὥς γ ἐμοὶ δοκεῖ: οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν. Ἐπαίνετος δὲ καὶ ῾ Ἡρακλείδης ὁ Συρακούσιος ἐν Ὀψαρτυτικῷ τῶν ᾠῶν φασι πρωτεύειν τὰ τῶν ταῶν μεθ ἃ εἶναι τὰ χηναλωπέκεια: τρίτα καταλέγοντες τὰ ὀρνίθεια.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기