호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι Ποντικῶν καλουμένων καρύων, ἃ λόπιμά τινες ὀνομάζουσι, μνημονεύει Νίκανδρος.? μῶναξ δὲ καὶ Τιμαχίδας ἐν Γλώσσαις Διὸς βάλανόν φησι καλεῖσθαι τὸ Ποντικὸν κάρυον. ῾ Ἡρακλείδης δὲ ὁ Ταραντῖνος ζητεῖ πότερον προπαρατίθεσθαι δεῖ τὰ τραγήματα, καθάπερ ἔν τισι τόποις τῶν κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα γίνεται ἢ οὔ, ἀλλὰ μετὰ τὸ δεῖπνον. ἐὰν μὲν οὖν μετὰ τὸ δεῖπνον, συμβαίνει πλείονος τροφῆς κειμένης ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις τὰ ἐπεισφερόμενα κάρυα, χάριν τῆς πρὸς τὸ πίνειν ὁρμῆς ἐμπλεκόμενα τοῖς σιτίοις, ἐμπνευματώσεις καὶ φθορὰς τῆς τροφῆς παρασκευάζειν διὰ τὸ παρακολουθοῦν αὐτοῖς ἐπιπολαστικὸν φύσει καὶ δυσκατέργαστον: ἐξ ὧν ἀπεψίαι γίνονται καὶ κοιλίας καταφοραί.
"τρόφιμα μέν ἐστι καὶ εὐκοίλια, θερμαντικὰ δὲ διὰ τὸ ἔχειν κεγχρῶδές τι. "λυπεῖ δ ἧττον τὰ χλωρὰ τῶν ξηρῶν καὶ τὰ βεβρεγμένα τῶν ἀβρόχων καὶ τὰ πεφρυγμένα τῶν ὠμῶν. τὰ δὲ Ἡρακλεωτικά, καλούμενα δὲ Διὸς βάλανοι, τρέφει μὲν οὐχ ὁμοίως τοῖς ἀμυγδάλοις, ἔχει δέ τι κεγχρῶδες καὶ ἐπιπολαστικὸν πλείω δὲ βρωθέντα βαρύνει τὴν κεφαλήν, ἧττον δ ἐνοχλεῖ καὶ τούτων τὰ χλωρὰ τῶν ξηρῶν, τὰ δὲ Περσικὰ κεφαλαλγικὰ μέν ἐστιν οὐχ ἧττον τῶν Διὸς βαλάνων, τρέφει δὲ μᾶλλον φάρυγγα τραχύνει καὶ στόμα, ὀπτηθέντα δὲ ἀλυπότερα γίνεται: "διαχωρεῖ δὲ μάλιστα τῶν καρύων ἐσθιόμενα μετὰ μέλιτος, τὰ δὲ πλατέα φυσωδέστερά ἐστιν, ἀλυπότερα δὲ τὰ ἑφθὰ τῶν ὠμῶν καὶ πεφρυγμένων, τὰ δὲ πεφρυγμένα τῶν ὠμῶν. Φυλότιμος δὲ ἐν τοῖς περὶ τροφῆς φησι:
"τὸ πλατὺ καὶ τὸ καλούμενον Σαρδιανὸν δυσκατέργαστά ἐστιν ὠμὰ πάντα καὶ δυσδιάλυτα, κατεχόμενα ὑπὸ τοῦ φλέγματος ἐν τῇ κοιλίᾳ, καὶ στρυφνότητα ἔχοντα, τὸ δὲ Ποντικὸν λιπαρὸν καὶ δυσκατέργαστον. "τὸ δὲ ἀμύγδαλον ἧττον δυσκατέργαστον φαγόντες οὖν πλείονα οὐκ ἐνοχλούμεθα λιπαρώτερά τε φαίνεται καὶ ἀναδίδωσι χυμὸν γλυκὺν καὶ λιπαρόν. "τὰ βασιλικὰ κεφαλαλγῆ ἐστι καὶ ἐπιπολαστικά.
τούτων δὲ τὰ ἁπαλὰ ἔτι καὶ λελευκασμένα εὐχυλότερα καὶ κρείττονα ὑπάρχει, τὰ δ ἐν τοῖς ἰπνοῖς φρυγόμενα ὀλιγότροφα. "τὰ δὲ ἀμύγδαλά ἐστιν οὐρητικὰ καὶ λεπτυντικὰ καὶ καθαρτικὰ καὶ ὀλιγότροφα. "τῶν μέντοι χλωρῶν κακοχύλων ὄντων καὶ ἀτροφωτέρων πολὺ μᾶλλον φυσωδέστερα καὶ ἐπιπολαστικώτερά ἐστι τὰ ξηρά. τὰ δὲ ἁπαλὰ καὶ πλήρη καὶ λελευκασμένα γαλακτώδη ὄντα εὐχυλότερά ἐστι. "τῶν δὲ ξηρῶν τὰ Θάσια καὶ Κύπρια ἁπαλὰ ὄντα εὐεκκριτώτερά ἐστι. "τὰ δὲ Ποντικὰ κάρυα κεφαλαλγῆ, ἧττον δὲ ἐπιπολαστικὰ τῶν βασιλικῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기