- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 40

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 40)

ὅτι περὶ τῆς προφορᾶς τοῦ τόνου τῆς ἀμυγδάλης Πάμφιλος μὲν ἀξιοῖ ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίως τῷ ἀμυγδάλῳ:? τὸ μέντοι δένδρον θέλει περισπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχος: ῥοδῆς τε καλὸν ἄνθος. Ἀρίσταρχος δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον ὁμοίως προφέρεται κατ ὀξεῖαν τάσιν. Τρύφων δὲ ἐν Ἀττικῇ προσῳδίᾳ ἀμυγδάλην μὲν τὸν καρπὸν βαρέως, ὃν ἡμεῖς οὐδετέρως ἀμύγδαλον λέγομεν, ἀμυγδαλᾶς δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τοῦτο περισπωμένου. Φιλόξενος δ ἀμφότερον περισπᾷ. Εὔπολις: ἀπολεῖς με, ναὶ μὰ τὴν ἀμυγδαλῆν. Ἀριστοφάνης: ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ. Φρύνιχος: ἀμυγδαλῆ τῆς βηχὸς ἀγαθὸν φάρμακον. ἄλλοι δὲ ἀμυγδαλάς, ὡς καλάς. ὅτι Πάμφιλος ἐν Γλώσσαις μουκηροβαγόν φησι καλεῖσθαι τὸν καρυοκατάκτην ὑπὸ τῶν Λακώνων ἀντὶ τοῦ ἀμυγδαλοκατάκτην:

μουκήρους γὰρ Λάκωνες καλοῦσι τὰ ἀμύγδαλα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION