호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φαινίας δ ὁ Ἐρέσιος ὁ Ἀριστοτέλους μαθητὴς τὸν τῆς ἀγρίας συκαμίνου καρπὸν μόρον καλεῖ, ὄντα καὶ αὐτὸν γλυκύτατον καὶ ἥδιστον ὅτε πεπανθείη.? "τὸ μόρον τὸ βατῶδες, ξηρανθείσης τῆς σφαίρας τῆς συκαμινώδους, σπερματικὰς ἔχει τὰς διαγονάς, καθάπερ ὑφάλους, καὶ διαφυὰς ἔχει ψαθυρὰς καὶ εὐχύμους. Παρθένιος δὲ ἅβρυνά φησι συκάμινα, ἃ καλοῦσιν ἔνιοι μόρα: Σαλαμίνιοι δὲ τὰ αὐτὰ ταῦτα βάτια Δημήτριος δὲ ὁ Ἰξίων τὰ αὐτὰ συκάμινα καὶ μόρα οἱο῀ν αἱμόροα καὶ σύκων ἀμείνω. Δίφιλος δὲ ὁ Σίφνιος ἰατρὸς γράφει οὕτως: "τὰ δὲ συκάμινα, ἃ καὶ μόρα λέγεται, εὔχυλα μέν ἐστιν, ὀλιγότροφα δὲ καὶ εὐστόμαχα καὶ εὐέκκριτα. "ἰδίως δὲ τούτων τὰ ἔνωμα ἕλμινθας ἐκτινάσσει. ἱστορεῖ, ὥς φησιν Ἡγήσανδρος, καθ αὑτὸν τὰς συκαμίνους οὐκ ἐνεγκεῖν καρπὸν ἐτῶν εἴκοσι καὶ γενέσθαι ἐπιδημίαν ποδαγρικὴν τοσαύτην ὥστε μὴ μόνον ἄνδρας τῷ πάθει ἐνσχεθῆναι, ἀλλὰ καὶ παῖδας καὶ κόρας καὶ εὐνούχους, ἔτι δὲ γυναῖκας, περιπεσεῖν δὲ οὕτω τὸ δεινὸν καὶ αἰπολίῳ ὡς τὰ δύο μέρη τῶν προβάτων ἐνσχεθῆναι τῷ αὐτῷ πάθει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기