- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 34

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 34)

κεράσια.? "ἴδιον δὲ τῇ φύσει δένδρον ὁ κέρασός ἐστι καὶ μεγέθει μέγα: "καὶ γὰρ εἰς εἴκοσι καὶ τέσσαρας πήχεις αὔξεται. "φύλλον δὲ ὅμοιον ἔχει τῷ τῆς μεσπίλης, σκληρὸν δὲ καὶ πλατύτερον, φλοιὸν δ ὅμοιον φιλύρᾳ, ἄνθος δὲ λευκόν, ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον, κηριῶδες. "ὁ δὲ καρπὸς ἐρυθρός, ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου μὲν ὁ πυρὴν σκληρός, τοῦ δὲ κεράσου μαλακός.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION