호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κεράσια.? "ἴδιον δὲ τῇ φύσει δένδρον ὁ κέρασός ἐστι καὶ μεγέθει μέγα: "καὶ γὰρ εἰς εἴκοσι καὶ τέσσαρας πήχεις αὔξεται. "φύλλον δὲ ὅμοιον ἔχει τῷ τῆς μεσπίλης, σκληρὸν δὲ καὶ πλατύτερον, φλοιὸν δ ὅμοιον φιλύρᾳ, ἄνθος δὲ λευκόν, ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον, κηριῶδες. "ὁ δὲ καρπὸς ἐρυθρός, ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου μὲν ὁ πυρὴν σκληρός, τοῦ δὲ κεράσου μαλακός. "κράταιγος: "οἱ δὲ κραταίγονον καλοῦσιν. "ἔχει δὲ τὸ μὲν φύλλον τεταμένον ὅμοιον μεσπίλῃ πλὴν μεῖζον ἐκείνου καὶ πλατύτερον ἢ προμηκέστερον τὸν δὲ χαραγμὸν οὐκ ἔχει ὥσπερ ἐκεῖνο. "γίνεται δὲ τὸ δένδρον οὔτε μέγα λίαν οὔτε παχύ: "τὸ δὲ ξύλον ποικίλον, ξανθόν, ἰσχυρόν. φλοιὸν δ ἔχει λεῖον ὅμοιον μεσπίλῃ: "μονόριζον εἰς βάθος ὡς ἐπὶ πολύ. καρπὸν δ ἔχει στρογγύλον ἡλίκον ὁ κότινος: "πεπαινόμενος δὲ ξανθὸς τέ ἐστι καὶ ἐπιμελαίνεται: "ἔχει δὲ τὴν γεῦσιν καὶ τὸν χυλὸν μεσπίλου : "διόπερ ἀγρία μεσπίλη δόξειε ἂν μᾶλλον εἶναι. ἐκ τούτων μοι δοκεῖ, φησίν, ὁ φιλόσοφος τὸ νῦν κεράσιον καλούμενον ἐμφανίζειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기