- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 33

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 33)

ὅτι ἔθος ἦν ἐν τοῖς δείπνοις τῷ ἑστιάτορι κατακλιθέντι προδίδοσθαι γραμματείδιόν τι περιέχον ἀναγραφὴν τῶν παρεσκευασμένων, ἐφ ᾧ εἰδέναι ὅ τι μέλλει ὄψον φέρειν ὁ μάγειρος.? Δαμασκηνά. Δαμασκοῦ τῆς πόλεως ἐνδόξου οὔσης καὶ μεγάλης πολλοὶ τῶν ἀρχαίων μέμνηνται. ἐπεὶ δὲ πλεῖστον ἐν τῇ τῶν Δαμασκηνῶν ἐστι χώρᾳ τὸ κοκκύμηλον καλούμενον καὶ κάλλιστα γεωργεῖται, ἰδίως καλεῖται τὸ ἀκρόδρυον Δαμασκηνὸν ὡς διάφορον τῶν κατὰ τὰς ἄλλας χώρας γινομένων, κοκκύμηλα οὖν ἐστι ταῦτα ὧν ἄλλος τε μέμνηται καὶ Ἱππῶναξ: στέφανον εἶχον κοκκυμήλων καὶ μίνθης. Ἄλεξις: καὶ μὴν ἐνύπνιον οἰόμαὶ γ ἑορακέναι νικητικόν. β. λέγ αὐτό. α. τὸν νοῦν πρόσεχε δή: ἐν τῷ σταδίῳ τῶν ἀνταγωνιστῶν μέ τις ἐδόκει στεφανοῦν γυμνὸς προσελθὼν. στεφάνῳ κυλιστῷ κοκκυμήλων Β.

Ἡράκλεις. α. πεπόνων πάλιν ἑόρακας ἤδη πώποτ ἐσκευασμένον ἤνυστρον ἢ σπλῆν ὀπτὸν ὠνθυλευμένον ἢ κοκκυμήλων σπυρίδα πεπόνων· . τοιοῦτ ἔχει τὸ μέτωπον. Νίκανδρος: μῆλον ὃ κόκκυγος καλέουσι. Κλέαρχος δ ὁ περιπατητικός φησι Ῥοδίους καὶ Σικελιώτας βράβυλα καλεῖν τὰ κοκκύμηλα, ὡς καὶ Θεόκριτος ὁ Συρακούσιος: ὁρ´πηκες βραβίλοισι καταβρίθοντες ἔραζε.

καὶ πάλιν ὅσον μῆλον βραβίλοιο ἥδιον. ἐστὶ δὲ τοῦτο τὸ ἀκρόδρυον μικρότερον μὲν τῇ περιφορᾷ τῶν κοκκυμήλων, τῇ δ ἐδωδῇ τὸ αὐτό, πλὴν ὀλίγον δριμύτερον. Σέλευκος δ ἐν Γλώσσαις βράβιλά φησιν ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτὰ εἶναι: τὰ μὲν μάδρυα οἱο῀ν μαλόδρυα, τὰ δὲ βράβυλα ὅτι εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ οἱο῀ν μῆλα, ὡς Δημήτριος ὁ Ἰξίων λέγει ἐν Ἐτυμολογίᾳ. Θεόφραστος δὲ λέγει: "κοκκυμηλέα καὶ σποδιάς:

"τοῦτο δ ἐστὶν ὥσπερ ἀγρία κοκκυμηλέα. Ἀραρὼς δὲ κοκκύμηλον καλεῖ τὸ δένδρον, κοκκύμηλον δὲ τὸ ἀκρόδρυον. Δίφιλος δὲ ὁ Σίφνιος μέσως φησὶν εἶναι ταῦτα εὔχυλα, εὔφθαρτα, εὐέκκριτα, ὀλιγότροφα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION