호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δ ὁ τρίπους ἤρθη κατὰ χειρῶν τ εἴχομεν.? Εὔβουλος: τρίποδες οὗτοι πέντε σοι καὶ πέντε Β. πεντηκοστολόγος γενήσομαι. Ἐπίχαρμος: τί δὲ τόδὲ ἐστί· β. δηλαδὴ τρίπους. α. τί μὰν ἔχει πόδας τέτορας· οὔκ ἐστιν τρίπους, ἀλλ ἐστὶν οἶμαι τετράπους. β. ἐστὶ δ ὄνομ αὐτῷ τρίπους, τέτοράς γε μὰν ἔχει πόδας. α. Οἰδίπους τοίνυν ποτ ἦν, αἴνιγμά τοι νοεῖς. Ἀριστοφάνης: τράπεζαν ἡμῖν εἴσφερε τρεῖς πόδας ἔχουσαν, τέτταρας δὲ μὴ χέτω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기