- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 30

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 30)

φησὶ Πλάτων ὁ φιλόσοφος, ὁ δ ὁμώνυμος αὐτῷ ποιητής φησι:? κἆτ ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυροβάπτοις κἀν φοινικίσι Σαρδιακαῖσιν κοσμησάμενοι κατάκεινται. ἤκμασε δ ἡ τῶν ποικίλων ὑφή μάλιστα ἐντέχνων περὶ αὐτὰ γενομένων Ἀκεσᾶ καὶ Ἑλικῶνος τῶν Κυπρίων, ὑφάνται δ ἦσαν ἔνδοξοι: καὶ ἦν Ἑλικὼν υἱὸς Ἀκεσᾶ, ὥς φησιν Ιἑρώνυμος. ἐν Πυθοῖ γοῦν ἐπί τινος ἔργου ἐπιγέγραπται τεῦξ Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος, ᾧ ἐνὶ χερσὶ πότνια θεσπεσίην Παλλὰς ἔπνευσε χάριν. τοιοῦτος ἦν καὶ Παθυμίας ὁ Αἰγύπτιος. : ὡς ἐγὼ σκιρτῶ πάλαι ὅπου ῥοδόπνοα στρώματ ἔστι, καὶ λούμενος μύροις ψακαστοῖς, φησὶν Ἔφιππος.

Ἀριστοφάνης: ὅστις ἐν ἡδυόσμοις στρώμασι παννυχίζων τὴν δέσποιναν ἐρείδεις. "στρουθωτὰ ἑλίγματά φησιν ἐντετιμημένα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION