호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὁ μὲν γὰρ ὑδροποτῶν καὶ μεριμνῶν τὰς νύκτας, ὥς φασιν, ὁ δὲ πορνοβοσκῶν καὶ μεθυσκόμενος κατὰ τὴν ἡμέραν ἑκάστην προγάστωρ ἡμῖν ἐν ταῖς ἐκκλησίαις ἀνακαλεῖ.? Εὐφορίων δὲ ὁ Χαλκιδεὺς οὕτω που γράφει: "Λασύρτας ὁ Λασιώνιος οὐδὲν προσεδεῖτο ποτοῦ καθάπερ οἱ ἄλλαι, οὖρον δὲ προίετο καθάπερ πάντες ἄνθρωποι, καὶ πολλοὶ διὰ φιλοτιμίαν ἐπεχείρησαν παρατηρῆσαι καὶ ἀπέστησαν πρὸ τοῦ εὑρεῖν τὸ πραττόμενον. "θέρους γὰρ ὡρ´ᾳ καὶ τριακονθήμερον προσεδρεύοντες καὶ οὐδενὸς μὲν ὁρῶντες ἀπεχόμενον ἁλμυροῦ, τὴν κύστιν δ αὐτοῦ ἔχοντα συνεπείσθησαν ἀληθεύειν. "ἐχρῆτο δὲ καὶ τῷ ποτῷ, ἀλλ οὐδὲν ἧττον οὐ προσεδεῖτο τούτου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기