- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 22

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 22)

Ἀριστοτέλης δ ἐν τῷ περὶ μέθης φησὶν ὅτι ἁλμυράς τινες προσφερόμενοι τροφὰς ἄδιψοι διέμειναν ὧν ἦν Ἀρχωνίδης ὁ Ἀργεῖος.? Μάγων δὲ ὁ Καρχηδόνιος τρὶς τὴν ἄνυδρον διῆλθεν ἄλφιτα ξηρὰ σιτούμενος καὶ μὴ πίνων. πολέμων δ ὁ Ἀκαδημαικὸς ἀρξάμενος ἀπὸ τριάκοντα ἐτῶν ὑδροπότησε μέχρι θανάτου, ὡς ἔφη Ἀντίγονος ὁ Καρύστιος. Διοκλῆ τε τὸν Πεπαρήθιόν φησι Δημήτριος ὁ Σκήψιος μέχρι τέλους ψυχρὸν ὕδωρ πεπωκέναι. αὐτὸς δὲ περὶ αὑτοῦ μάρτυς ἀξιόχρεως Δημοσθένης ὁ ῥήτωρ φάσκων χρόνον τινὰ ὕδωρ μόνον πεπωκέναι. καὶ Πυθέας γοῦν φησιν "ἀλλὰ τοὺς νῦν δημαγωγοὺς ὁρᾶτε Δημοσθένη καὶ Δημάδην ὡς ἐναντίως τοῖς βίοις διάκεινται. "ὁ μὲν γὰρ ὑδροποτῶν καὶ μεριμνῶν τὰς νύκτας, ὥς φασιν, ὁ δὲ πορνοβοσκῶν καὶ μεθυσκόμενος κατὰ τὴν ἡμέραν ἑκάστην προγάστωρ ἡμῖν ἐν ταῖς ἐκκλησίαις ἀνακαλεῖ.

Εὐφορίων δὲ ὁ Χαλκιδεὺς οὕτω που γράφει: "Λασύρτας ὁ Λασιώνιος οὐδὲν προσεδεῖτο ποτοῦ καθάπερ οἱ ἄλλαι, οὖρον δὲ προίετο καθάπερ πάντες ἄνθρωποι, καὶ πολλοὶ διὰ φιλοτιμίαν ἐπεχείρησαν παρατηρῆσαι καὶ ἀπέστησαν πρὸ τοῦ εὑρεῖν τὸ πραττόμενον. "θέρους γὰρ ὡρ´ᾳ καὶ τριακονθήμερον προσεδρεύοντες καὶ οὐδενὸς μὲν ὁρῶντες ἀπεχόμενον ἁλμυροῦ, τὴν κύστιν δ αὐτοῦ ἔχοντα συνεπείσθησαν ἀληθεύειν. "ἐχρῆτο δὲ καὶ τῷ ποτῷ, ἀλλ οὐδὲν ἧττον οὐ προσεδεῖτο τούτου. .

. μεταλλάξαι διάφορα βρώματα ἐσθ ἡδύ, φησὶν Ἀντιφάνης, καὶ τῶν πολλάκις θρυλουμένων διάμεστον ὄντα τὸ παραγεύσασθαί τινος καινοῦ παρέσχε διπλασίαν τὴν ἡδονήν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION