호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαῦτα ὥσπερ οἱ ῥήτορες πρὸς ὕδωρ εἰπὼν καὶ βραχὺ ἀναπαυσάμενος αὖθις ἔφη:? Ἄμφις ὁ κωμικὸς πού φησιν ἐνῆν ἄρ, ὡς ἐοίκε, κἀν οἴνῳ λόγος: ἔνιοι δ ὕδωρ πίνοντὲς εἰσ1 ἀβέλτεροι. Ἀντιφάνης δέ: οἴνῳ τὸν οἶνον ἐξελαύνειν, σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα, κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην, αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ, στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην, πόνῳ πόνον, δίκην δίκῃ, γυναικὶ τὴν γυναῖκα. Ὅτι καὶ ἐπὶ τοῦ ὕδατος ἔταττον οἱ παλαιοὶ τὸ ἄκρατον.
"ὕδωρ ἄκρατον εἰς τὰν κύλικα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기