호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀριστόβουλος δ ὁ Κασανδρεύς φησιν ἐν Μιλήτῳ κρήνην εἶναι Ἀχίλλειον καλουμένην, ἧς τὸ μὲν ῥεῦμα εἶναι γλυκύτατον, τὸ δ ἐφεστηκὸς ἁλμυρόν ἀφ ἧς οἱ Μιλήσιοι περιρράνασθαί φασι τὸν ἡρ´ωα, ὅτε ἀπέκτεινε Τράμβηλον τὸν τῶν Λελέγων βασιλέα, φασὶ δὲ καὶ ὅτι τὸ περὶ Καππαδοκίαν ὕδωρ πολύ τε ὀ`ν καὶ κάλλιστον οὐ σήπεται ἀπόρρυσιν οὐκ ἔχον, πλὴν εἰ μὴ ὑπὸ γῆν ῥέοι.? εἶναι κρήνην νᾶμα ἀνιεῖσαν χιόνος ψυχρότερον ἐξ ἧς πολλοὺς μὴ πίνειν ἀποπαγήσεσθαι προσδοκῶντας, αὐτὸς δὲ λέγει πεπωκέναι. Φύλαρχος δέ φησιν ἐν Κλείτορι εἶναι κρήνην ἀφ ἧς τοὺς πιόντας οὐκ ἀνέχεσθαι τὴν τοῦ οἴνου ὀδμήν.
Κλέαρχός φησι τὸ μὲν ὕδωρ ὥσπερ καὶ τὸ γάλα λευκὸν λέγεσθαι, οἶνον δὲ καθάπερ καὶ τὸ νέκταρ ἐρυθρόν, μέλι δὲ καὶ ἔλαιον χλωρόν, τὸ δ ἐκ τῶν μόρων θλιβόμενον μέλαν. Εὔβουλος εὑρετικούς φησι τὸ ὕδωρ ποιεῖν τοὺς πίνοντας αὐτὸ μόνον, τὸν δ οἶνον ἡμῶν τῷ φρονεῖν ἐπισκοτεῖν, τὰ αὐτὰ δ ἰαμβεῖα καὶ Ὠφελίων φησί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기