- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 16 2:

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 16 2:)

χείρω δ ἐστὶ τὰ βαρυσταθμότερα καὶ τὰ σκληρότερα καὶ τὰ ψυχρότερα διὰ τὰς αὐτὰς αἰτίας :? δυσκατεργαστότερα γάρ ἐστι τὰ μὲν τῷ πολὺ τὸ γεῶδες ἔχειν, τὰ δὲ ψυχρότητος ὑπερβολῇ. τὰ δὲ ταχὺ θερμαινόμενα κοῦφα καὶ ὑγιεινά, ἐν Κραννῶνι δ ἐστὶν ὕδωρ ἡσυχῇ θερμόν, ὃ θερμόν διατηρεῖ κραθέντα τὸν οἶνον ἐπὶ δύο καὶ τρεῖς ἡμέρας, τὰ δ ἐπίρρυτα καὶ ἐξ ὀχετοῦ ὡς ἐπίπαν βελτίω τῶν στασίμων, κοπτόμενά τε μαλακώτερα γίνεται, διὰ τοῦτο καὶ τὰ ἀπὸ τῆς χιόνος δοκεῖ χρηστὰ εἶναι:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION