호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θεοῖσι μικρὰ θύοντας τέλη, τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους, Εὐριπίδης φησί.? καὶ σημαίνει ὧδε τὸ τέλος τὴν θυσίαν. καὶ Ὅμηρος: οὐ γάρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα. τελετάς τε καλοῦμεν τὰς ἔτι μείζους καὶ μετά τινος μυστικῆς παραδόσεως ἑορτὰς τῶν εἰς αὐτὰς δαπανημάτων ἕνεκα, τελεῖν γὰρ τὸ δαπανᾶν, καὶ πολυτελεῖς οἱ πολλὰ ἀναλίσκοντες καὶ εὐτελεῖς οἱ ὀλίγα. φησὶν Ἄλεξις: τοὺς εὐτυχοῦντας ἐπιφανῶς δεῖ ζῆν φανεράν τε τὴν δόσιν τὴν τοῦ θεοῦ ποιεῖν ὁ γὰρ θεὸς δεδωκὼς τἀγαθὰ ὧν μὲν πεποίηκεν οἰέται χάριν τινὰ ἔχειν ἑαυτῷ: ἀνελευθέρως τε ζῶντας ἐπὶ καιροῦ τινος λαβὼν ἀφείλεθ ὅσα δεδωκὼς ἦν πάλαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기