Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 11

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 11)

ὅτι Σιμωνίδησ τὴν αὐτὴν ἀρχὴν τίθησιν οἴνου καὶ μουσικῆσ. ἀπὸ μέθησ καὶ ἡ τῆσ κωμῳδίασ καὶ ἡ τῆσ τραγῳδίασ εὑρ́εσισ ἐν Ἰκαρίῳ τῆσ Ἀττικῆσ εὑρέθη, καὶ κατ’ αὐτὸν τὸν τῆσ τρύγησ καιρὸν ἀφ’ οὗ δὴ καὶ τρυγῳδία τὸ πρῶτον ἐκλήθη ἡ κωμῳδία. τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖσ. οἴνου δὲ μηκέτ’ ὄντοσ οὐκ ἔστιν Κύπρισ οὐδ’ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποισ ἔτι, Εὐριπίδησ ἐν Βάκχαισ φησί. καὶ Ἀστυδάμασ δέ φησι·

SEARCH

MENU NAVIGATION