호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι Σιμωνίδης τὴν αὐτὴν ἀρχὴν τίθησιν οἴνου καὶ μουσικῆς.? ἀπὸ μέθης καὶ ἡ τῆς κωμῳδίας καὶ ἡ τῆς τραγῳδίας εὑρ´εσις ἐν Ἰκαρίῳ τῆς Ἀττικῆς εὑρέθη, καὶ κατ αὐτὸν τὸν τῆς τρύγης καιρὸν ἀφ οὗ δὴ καὶ τρυγῳδία τὸ πρῶτον ἐκλήθη ἡ κωμῳδία. τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς. οἴνου δὲ μηκέτ ὄντος οὐκ ἔστιν Κύπρις οὐδ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι, Εὐριπίδης ἐν Βάκχαις φησί. καὶ Ἀστυδάμας δέ φησι: θνητοῖσι τὴν ἀκεσφόρον λύπης ἔφηνεν οἰνομήτορ ἄμπελον. συνεχῶς μὲν γὰρ ἐμπιπλάμενος ἀμελὴς γίνεται ἄνθρωπος, ὑποπίνων δὲ πάνυ φροντιστικός, Ἀντιφάνης φησίν.
οὐ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον, τὸ διορίζεσθαι βεβαίως τῷ στόματι τὰ γράμματα, φησὶν Ἄλεξις. Σέλευκος δέ φησι τὸ παλαιὸν οὐκ εἶναι ἔθος οὔτ οἶνον ἐπὶ πλεῖον οὔτ ἄλλην ἡδυπάθειαν προσφέρεσθαι, μὴ θεῶν ἕνεκα τοῦτο δρῶντας. διὸ καὶ θοίνας καὶ θαλείας καὶ μέθας ὠνόμαζον τὰς μὲν ὅτι διὰ θεοὺς οἰνοῦσθαι δεῖν ὑπελάμβανον, τὰς δ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ συνῄεσαν. "δαῖτα θάλειαν.
τὸ δὲ μεθύειν φησὶν Ἀριστοτέλης τὸ μετὰ τὸ θύειν αὐτῷ χρῆσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기