- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 8

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 8)

καλῶς οὖν Ἀρίστων ὁ Κεῖός φησιν ἥδιστον ποτὸν εἶναι τὸν ἅμα μὲν γλυκύτητος, ἅμα δ εὐωδίας κοινωνοῦντα.? διὸ καὶ τὸ καλούμενον νέκταρ κατασκευάζειν τινὰς περὶ τὸν Λυδίας Ὄλυμπον οἶνον καὶ κηρία συγκιρνάντας εἰς ταὐτὰ καὶ τὰ τῶν ἀνθῶν εὐώδη, οἶδα δ ὅτι Ἀναξανδρίδης τὸ νέκταρ οὐ ποτόν, ἀλλὰ τροφὴν εἶναι λέγει θεῶν: τὸ νέκταρ ἐσθίω πάνυ μάττων διαπίνω τ ἀμβροσίαν καὶ τῷ Διὶ διακονῶ καὶ σεμνὸς εἰμ ἑκάστοτε Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος. αὐτούς: : καὶ Σαπφὼ δέ φησιν: ἀμβροσίας μὲν κρατὴρ ἐκέκρατο, Ἑρμᾶς δ ἕλεν ὄλπιν θεοῖς οἰνοχοῆσαι. ὁ δ Ὅμηρος θεῶν πόμα τὸ νέκταρ οἶδεν Ἴβυκος δέ φησι τὴν ἀμβροσίαν τοῦ μέλιτος κατ ἐπίτασιν ἐννεαπλασίαν ἔχειν γλυκύτητα, τὸ μέλι λέγων ἔνατον εἶναι μέρος τῆς ἀμβροσίας κατὰ τὴν ἡδονήν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION