호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φιλόχορος δέ φησιν ὅτι οἱ πίνοντες οὐ μόνον ἑαυτοὺς ἐμφανίζουσιν οἵτινές εἰσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον ἀνακαλύπτουσι παρρησίαν ἄγοντες.? "ἀνδρὸς δ οἶνος ἔδειξε νόον" καὶ τὸ νικητήριον ἐν Διονύσου τρίπους. καὶ γὰρ ἐκ τρίποδος λέγειν φαμὲν τοὺς ἀληθεύοντας: δεῖ δὲ νοεῖν τρίποδα τοῦ Διονύσου τὸν κρατῆρα, ἦν γὰρ τὸ ἀρχαῖον δύο γένη τριπόδων, οὓς καλεῖσθαι λέβητας συνέβαινεν ἀμφοτέρους ι ἐμπυριβήτης ὁ καὶ λοετροχόος. Αἰσχύλος: τὸν μὲν τρίπους ἐδέξατ οἰκεῖος λέβης αἰεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν. ὁ δ ἕτερος κρατήρ καλούμενος.
Ὅμηρος: "ἕπτ ἀπύρους τρίποδας. ἐν τούτοις δὲ τὸν οἶνον ἐκίρνων καὶ οὗτός ἐστιν ὁ τῆς ἀληθείας οἰκεῖος τρίπους. διὸ Ἀπόλλωνος μὲν οἰκεῖος διὰ τὴν ἐκ μαντικῆς ἀλήθειαν, Διονύσου δὲ διὰ τὴν ἐν μέθῃ. Σῆμος δ ὁ Δήλιός φησι: "τρίπους χαλκοῦς, οὐχ ὁ Πυθικός, ἀλλ ὃν νῦν λέβητα καλοῦσιν. "οὗτοι δ ἦσαν οἱ μὲν ἄπυροι, εἰς οὓς τὸν οἶνον εἰσεκεράννυον, οἱ δὲ λοετροχόοι, ἐν οἷς τὸ ὕδωρ ἐθέρμαινον, καὶ ἐμπυριβῆται. "καὶ τούτων ἔνιοι ὠτώεντες, τρίποδα δὲ τὴν ὑπόβασιν ἔχοντες τρίποδες ὠνομάζοντο. φησί που Ἔφιππος:
α. οἴνου σε πλῆθος πόλλ ἀναγκάζει λαλεῖν. β. οὐκοῦν μεθύοντάς φασι τἀληθῆ λέγειν. Ἀντιφάνης: κρύψαι, Φειδία, ἅπαντα τἄλλα τις δύναιτ ἂν πλὴν δυοῖν, οἶνόν τε πίνων εἰς ἔρωτά τ ἐμπεσών. ἀμφότερα μηνύει γὰρ ἀπὸ τῶν βλεμμάτων καὶ τῶν λόγων ταῦθ ὥστε τοὺς ἀρνουμένους, μάλιστα τούτους : :
: καταφανεῖς ποιεῖ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기